Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 32
Not analysed yet
πάντων δὲ μάλιστα καὶ πρώτη ἡ τῶν καρπῶν ἐστίν, ἧς καὶ ἀπαρκτέον μόνης τοῖς θεοῖς καὶ τῇ γῇ τῇ τούτους ἀναδούσῃ. κοινὴ γάρ ἐστιν αὕτη καὶ θεῶν καὶ ἀν- θρώπων ἑστία, καὶ δεῖ πάντας ἐπὶ ταύτης ὡς τρο- φοῦ καὶ μητρὸς ἡμῶν κλινομένους ὑμνεῖν καὶ φι- λοστοργεῖν ὡς τεκοῦσαν· οὕτως γὰρ τῆς τοῦ βίου καταστροφῆς τυχόντες πάλιν ἀξιωθείημεν ἄν εἰσορᾶν τὸ σύμπαν γένος τῶν ἐν οὐρανῷ θεῶν, οὕς νῦν ὁρῶντας τιμὰν τούτοις ὧν συναίτιοι ἡμῖν εἰσίν, ἀπαρ- χομένους μὲν τῶν ὑπαρχόντων καρπῶν καὶ πάντας, οὐκ ἀξιόχρεως δʼ εἰς τὸ θύειν θεοῖς πάντας ἡμᾶς ἡγουμένους. καθάπερ γὰρ οὐ πᾶν θυτέον αὐτοῖς, οὕτως οὐδʼ ὑπὸ παντὸς ἴσως κεχάρισται τοῖς θεοῖς. ὰ μὲν δὴ κεφάλαια τοῦ μὴ δεῖν θύειν ζῷα χω- ρὶς τῶν ἐμιβεβλημένων μύθων ὀλίγων τε τῶν ὑφʼ ἡμῶν προσκειμένων καὶ συντετμημένων ἐστὶν τῶν Θεοφράστου ταῦτα.