Ancient Greek · ~6 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 36
Not analysed yet
οὕτως γὰρ καὶ τῶν πρόσθεν ἀκούομεν κλέα ἀνδρῶν, Πυθαγορείων τε καὶ σοφῶν· ὧν οἱ μὲν τὰ ἐρημότατα χωρία κατῴκουν, οἱ δὲ καὶ τῶν πόλεων τὰ ἱερὰ καὶ τὰ ἄλση, ἐξ ὧν ἡ πᾶσα ἀπελήλαται τύρβη. Πλάτων δὲ τὴν Ἀκαδήμειαν οἰκεῖν εἵλετο, οὐ μόνον ἔρημον καὶ πόρρω τοῦ ἄστεος χωρίον, ἀλλὰ καί, ὡς φασίν, ἐπίνοσον. ἄλλοι δὲ καὶ τῶν ὀφθαλμῶν οὐκ ἐφείσαντο πόθῳ τῆς ἔνδον ἀπερισπάστου θεωρίας. εἰ δέ τις οἴεται συνανθρωπεύων καὶ ἐμπιπλὰς τὰς αἰ- σθήσεις τῶν κατʼ αὐτὰς παθῶν αὐτὸς μένειν ἀπαθής, λέληθεν αὑτὸν καὶ τοὺς αὐτῷ πειθομένους ἀπατῶν ἀγνοῶν τε ὡς πολὺ τῶν παθῶν καταδεδούλωται αὐτῇ ὑπὸ τοῦ πλήθους οὐκ ἀλλοτριώσει. οὐ γὰρ δὴ μά- την οὐδὲ τῆς φύσεως καταψευδόμενος τῶν φιλοσόφων ἔλεγεν ὁ φάς· “οὗτοι δέ που ἐκ νέων πρῶτον εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου) δικαστή- ριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιρειῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσιν κῶμοι, οὐδὲ ὄναρ πράττειν προσί- σταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονός, πρὸς ἀν- δρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θα- λάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν. οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐ- δοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα, πανταχῇ πέτεται κατὰ Πίνδαρον, εἰς τῶν ἐγγὺς οὐ- δὲν ἑαυτὴν συγκαθιεῖσα.