Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 37
Not analysed yet
”διὰ γὰρ τούτων ὁ Πλάτων οὐ καθιέντα εἰς τὰ εἰρημένα φησὶν ἐξ αὐτῶν μένειν ἀπαθῆ, ἀλλʼ ἐκ τοῦ εἰς μηδὲν αὐτῶν συγκαθιέναι. διʼ ὃ οὔτε τὴν ὁδὸν οἶδεν, ὅπου τὸ δικαστήριον ἢ βουλευτήριον, οὔτʼ ἄλλο οὐδὲν τῶν κατὰ μέρος. οὐκ οἶδε μὲν καὶ ἀπαντᾷ, ἀπαντῶν δὲ καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις ἀπʼ αὐτῶν, ὅτι οὐδὲν οὐκ οἶδεν, ἀλλὰ τοὐ- ναντίον ἀπεχόμενον αὐτῶν φησίν, καὶ μὴ εἰδότα, οὐδʼ ὅτι οὐκ οἶδεν, εἰδέναι. εἰς δὲ δεῖπνα καθιέναι οὐδὲ ὄναρ, φησίν, προσίσταται αὐτῷ. σχολῇ ἄρα ἀγανακτήσειεν ἂν ζωμῶν καὶ κρεᾳδίων ἀποστερούμε- νος. ἢ ὅλως προσήσεται ταῦτα; οὐχὶ δὲ πάντα ἡγη- σάμενος μικρὰ μὲν καὶ οὐδὲν ἐκ τῆς ἀποχῆς, με- γάλα δὲ καὶ βλαβερὰ ἐκ τῆς προσαγωγῆς, παραδειγ- μάτων ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονε- στάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, τῷ μὲν ὁμοιώσεται, τῷ δὲ ἀνομοιώσεται, τὸν εἰκότα βίον ζῶν ὁμοιοῦται, λιτόν τε τοῦτον καὶ αὐτάρκη καὶ ἥκιστα τοῖς θνητοῖς ἐμφορούμενον;