Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 39
Not analysed yet
πῶς δʼ ἂν ἐπέκρινας καὶ εἶπας ὅ πέπονθας, μὴ πάσχων μηδὲ παρὼν οἷς ἔπαθες; νοῦς μὲν γάρ ἐστι πρὸς αὐτῷ, κἂν ἡμεῖς μὴ ὦμεν πρὸς αὐτῷ. νοῦ δὲ ὁ παρεκβὰς ἐκεῖ ἐστὶν ὅπου καὶ παρεξῆλθεν, καὶ δια- θέων γε ἄνω καὶ κάτω τῇ τῆς ἀντιλήψεως προσοχῇ ἐκεῖ πάρεστιν ὅπου ἡ ἀντίληψις. ἄλλο δὲ ἦν μὴ προσέχειν τοῖς αἰσθητοῖς τῷ πρὸς ἄλλοις εἶναι, ἄλλο δὲ τὸ ἀφιστάντα νομίζειν ἑαυτὸν μὴ παρεῖναι. οὐ δὴ δείξει τις τοῦτο συγχωροῦντα τὸν Πλάτωνα, εἴγε μὴ ἑαυτὸν ἀπατῶντα τοῦτόν τις ἐπιδείξειεν. ὁ δὴ καθ- ιεὶς εἰς βρωτῶν παραδοχὰς καὶ εἰς θέας ἑκὼν τὰς διʼ ὄψεως ὁμιλίας τε καὶ γέλωτας αὐτῇ τῇ καθέσει ἐκεῖ ἐστὶν ὅπου καὶ τὸ πάθος· ὁ δὲ πρὸς ἄλλοις ὤν καὶ ἀποστάς, οὗτός ἐστιν ὁ διὰ τὴν ἀπειρίαν γέλωτα παρέχων οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, καὶ ὅταν καθῇ, εἰς πᾶσαν ἀπορίαν ἐμπίπτων, ἀλλʼ οὐκ ἐξαναισθητῶν, οὐδὲ ἐξακριβῶν μέν, τῷ δὲ ἀλό- γῳ μόνον ἐνεργῶν (οὐ γὰρ τοῦτο εἰπεῖν ἐτόλμησε Πλάτων), ἀλλʼ ὡς ἔν τε ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενός, ἐκ τοῦ μὴ μεμελετηκέναι, φησίν· ἀπορῶν οὖν γελοῖος φαίνεται, ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις, οὐ προσποιητῶς, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι.