Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 38
Not analysed yet
ὡς ἕως ἄν τις περὶ βρωτῶν- ρηται καὶ συνηγορῇ ὡς καὶ τόδε βρωτέον, ἀλλʼ οὐκ, εἰ οἷόν τε ἦν, ἀπάσης τροφῆς ὅτι ἀφεκτέον διανοῆ- ται,τοῖς πάθεσι συναγορεύων, δοξοκοπεῖ, ὡς μηδὲν διαφερόμενος περὶ ὧν διαφέρεται. βίᾳ μὲν τοίνυν ἑαυτὸνὁ φιλοσοφῶν οὐκ ἐξάξει· βιαζόμενος γὰρ οὐδὲν ἧττον ἐκεῖ μένει, ὅθεν ἀπελθεῖν βιάζεται· οὐ μὴν τὸν δεσμὸν παχύνων ἀδιάφορόν τι πράττειν ἡγήσεται. ὥστε τὸ ἀναγκαῖον μόνον διδοὺς τῇ φύσει καὶ τοῦτο κοῦφον καὶ διὰ κουφοτέρων τροφῶν, πᾶν τὸ παρὰ τοῦτο ὡς εἰς ἡδονὴν συντεῖνον παραιτήσεται. πέπει- σται γὰρ κατὰ τὸν εἰπόντα, ὡς ἧλος ψυχῆς πρὸς τὰ σώματα ἐτύγχανεν ἡ αἴσθησις· αὐτῇ τῇ ῥώσει τοῦ πάθους ἑαυτῆς συγκολλῶσα καὶ οἷον καθηλοῦσα τὴν ψυχὴν πρὸς τὴν διὰ τοῦ σώματος ἀπόλαυσιν. εἰ γὰρ μὴ ἐνεπόδιζεν· τὰ αἰσθήματα τῇ τῆς ψυχῆς καθαρᾷ ἐνεργείᾳ, τί δεινὸν ἦν ἐν σώματι εἶναι ἀπαθῆ μένοντα τῶν διὰ σώματος κινημάτων;