Ancient Greek · ~7 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 4-4
Not analysed yet
ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγεν, τὴν τῶν συσσι- τίων κατασκευήν, ὥστε δειπνεῖν μετʼ ἀλλήλων συν- ιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλίναντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶν δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαι- νομένους καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώ- ματα πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμο- νήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας· καὶ τρόπον τινὰ νοσηλείας καθη- μερινῆς δεομένην. μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τούτου τὸ τὸν πλοῦτον ἄζηλον, ὡς φησὶν Θεόφραστος, καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινό- τητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. χρῆσις γὰρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειφις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλουσίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ. θρυλλούμενον ἐν μόνῃ τῇ Σπτάρτῃ βλέπεσθαι τυ- φλὸν ὄντα τὸν Πλοῦτον καὶ κείμενον ὥσπερ γρα- φὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προ- δειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπλη- ρωμένους, ἀλλʼ ἐπιμελῶς οἱ λοιποὶ φυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετʼ αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν μαλθακιζόμενον δίαι- ταν. διʼ ὃ καὶ φιδίτια προσηγόρευον ταῦτα, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπάρχοντα σἴτια, ἀντὶ τοῦ λάβδα τὸ δέλτα λαμβάνοντες, εἴτε ὡς πρὸς εὐ- τέλειαν καὶ φειδὼ συνεθιζόντων. συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ, πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσί- των ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμίμνεα πέντε· πρὸς δὲ τούτοις, εἰς ὀψωνίαν μικρόν τι κομιδῇ νομίσματος.