Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 5-4
Not analysed yet
εἰκότως ἄρα οὕτω λιτῶς καὶ σωφρόνως δειπνούντων καὶ οἱ παῖδες ἐφοίτων εἰς τὰ συσσίτια ὥσπερ εἰς διδασκα- λεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γὰρ ἐδό- κει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνασχέ- σθαι· μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο. τοιαύτη μὲν ἡ τῶν Λακεδαι- μιονίων περὶ τὴν δίαιταν λιτότης, καίπερ εἰς πλῆ- θος νενομοθετημένη. διʼ ὃ καὶ ἀνδρικώτεροι καὶ σωφρονέστεροι καὶ τοῦ ὀρθοῦ μᾶλλον φροντίζοντες οἱ ἐκ ταύτης τῆς πολιτείας ἀναβαίνοντες παραδέ- δονται τῶν ἐκ τῶν ἄλλων, διεφθαρμένων καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν· καὶ δῆλον ὡς τοιαύτῃ πο- λιτείᾳ οἰκεῖον τὸ τῆς ἀποχῆς τῆς παντελοῦς, ταῖς δὲ διεφθαρμέναις τὸ τῆς βρώσεως. μεταβάντι δὲ εἰς τὰ ἄλλα ἔθνη, ὅσα εὐνομίας τε καὶ ἡμερότητος τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἐπεστράφη, φανερὸν ἔσται ὡς πρός τε τὴν σωτη- ρίαν τῶν πόλεων καὶ τὸ συμφέρον αὐταῖς εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλὰ γοῦν εἴς τινας τὸ τῆς ἀποχῆς προσ- ετέτακτο· οἱ δὲ ὑπὲρ τῆς πόλεως θύοντες τοῖς θεοῖς καὶ θεραπεύοντες ἀπεμειλίττοντο τὰς τῶν πολλῶν ἁμαρτίας. ὅπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἀφʼ ἑστίας λεγόμενος παῖς ἀντὶ πάντων τῶν μυουμένων ἀπο- μειλίσσεται τὸ θεῖον, ἀκριβῶς δρῶν τὰ προστεταγ- μένα, τοῦτο κατὰ τὰ ἔθνη καὶ τὰς πόλεις οἱ ἱερεῖς δύνανται ἀντὶ πάντων θύοντες καὶ τὸ θεῖον προσ- αγόμενοι διὰ τῆς εὐσεβείας εἰς τὴν σφῶν κηδεμο- νίαν. τοῖς τοίνυν ἱερεῦσι τοῖς μὲν τῶν ζῴων πάν- των, τοῖς δέ τινων πάντως προστέτακται ἀπέχεσθαι τῆς βορὰς, ἄν τε Ἑλληνικὸν ἔθος σκοπῇς ἄν τε βάρ- βαρον, καὶ μέντοι παρʼ ἄλλοις ἄλλως· ὥστ· τοὺς πανταχοῦ παραληφθέντας φαίνεσθαι πάντων ἀπε- χομένους, εἴ τις τούς πάντας ὡς ἕνα ὑπολάβοι. εἰ τοίνυν οἱ τῆς σωτηρίας τῶν πόλεων προεστῶτες καὶ τὴν εὐσέβειαν αὐτῶν τὴν πρὸς τούς θεούς πεπι- στευμέννοι τῶν ζῴων ἀπέχονται, πῶς ἄν τις τολμή- σειεν ὡς ἀσύμφορον ταῖς πόλεσι τὴν ἀποχὴν αἰτι- ᾶσθαι;