Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 46
Not analysed yet
οὐκ ἀπεικότως ἄρα τὸ πολὺ καὶ περιττὸν ὁ λόγος ἀποκρίνας εἰς ὀλίγον πε- ριγράφει τὸ ἀναγκαῖον, εἰ μέλλει μήτε πορίζων ἕξειν πράγματα διὰ τὸ δεῖσθαι πλειόνων, μήτε εὐτρεπῆ ποιῶν πλειόνων τῶνὑπηρετησομένωνδεήσεσθαι,μήτε ἐσθίων πλειόνων ἡδονῶν ἀντιλήψψεσθαι,μήτεπληρού- μενος πολλῆς ἀργίας ἐμπλήσεσθαι, μήτε παχυτέρου φορτίου ἐμπιπλάμενος ὑπνώδης γίγνεσθαι, μήτε τῶν πιαινόντων τὸ σῶμα πληρούμενος ἰσχυρότερον μὲντὸν δεσμόν, αὐτὸν δὲ ἀργότερον πρὸς τὰ οἰκεῖα ποιήσειν καὶἀσθενέστερον. δειξάτω τοίνυνὴμῖντιςἀνήρ,σπεύ- δων ὡς ἔνι μάλιστα ζῆν κατὰ νοῦν καὶ ἀπερίσπαστος ἐκ τῶν κατὰ τὸ σῶμα παθῶν εἶναι, ὡς εὐπορωτέρα μὲν ἡ κρεοφαγία τῶν ἐκ τῶν ἀκροδρύων καὶ ἐκ λαχάνων ὄψων, εὐτελεστέρα δὲ ἡ τούτων παρασκευὴ τῆς τῶν ἀψύχων καὶ μαγείρων ὅλως μὴ δεομένης, ἀνήδονος δὲ καθʼ ἑαυτὴν παραβαλλομένη πρὸς τὴν ἄψυχον, κου- φοτέρα δὲ ἐν ταῖς πέψεσιν τῆς ἑτέρας, κἀν ταῖς ἀνα- δόσεσιν ταῖς εἰς τὸ σῶμα ταχυτέρα τῆς ἐκ λαχάνων ἀναδόσεως, πρός τε τὰς ἐπιθυμίας ἧττον ἐρεθίζουσα, καὶ εἰς πάχος καὶ ῥώμην σώματος ἔλαττον συμβαλλο- μένη τῆς ἀψύχου διαίτης.