Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 47
Not analysed yet
εἰ δὲ τοῦτο οὕτε ἰατρῶν τις οὔτε φιλοσόφων, οὐ γυμναστής, οὐκ ἰδιώτης εἰπεῖν ἐτόλμησεν,τί οὐκ ἀφιστάμεθα ἑκόντες τοῦ σωματικοῦ φορτίου; τί οὐκ ἐλευθεροῦμεν αὐτοὺς ἅμα τῇ ἀπο- στάσει ἐκ πολλῶν (οὐ γὰρ ἑνὸς ἦν, ἀλλὰ μυρίων, τοῖς ἐλαχίστοις ἐθίσαντα αὐτὸν ἀρκεῖσθαι, ἀπηλλά- χθαι), χρημάτων περιουσίας, οἰκετῶν πλειόνων ὑπη- ρεσίας, σκευῶν πλήθους, ὑπνώδους καταστάσεως, νόσων σφοδρότητος καὶ πλήθους, ἰατρῶν δεήσεως, ἐρεθισμῶν πρὸς ἀφροδίσια, ἀναθυμιάσεων παχυτέ- ρων, περιττωμάτων πλήθους, παχύτητος τοῦ δε- σμοῦ, ῥώμης πρὸς πράξεις ἐγειρούσης, Ἰλιάδος κα- κῶν· ὧν ἡ ἄψυχος καὶ λιτὴ τροφὴ καὶ πᾶσιν εὐπό- ριστος ἀφαιρεῖται ἡμᾶς, εἰρήνην παρασκευάζουσα τῷ τὰ σωτήρια ἡμῖν ἐκπορίζοντι λογισμῷ. οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ κλέπται καὶ οἱ πολέμιοι, ἀλλ᾿ ἐκ τῶν κρεοφάγων οἱ συκοφάν- ται καὶ τύραννοι. τῆς δὲ τοῦ πολλῶν δεῖσθαι ἀρθεί- σης αἰτίας καὶ τοῦ πλήθους τῶν εἰσαγομένων ἐἰς τὸ σῶμα περιαιρεθέντος τοῦ τε βάρους τῶν ἀναδιδομέ- νων κουφισθέντος, ἐλεύθερον τὸ ὄμμα καπνοῦʼτε καὶ κύματος τοῦ σωματικοῦ ἐκτὸς καθωρμισμένον γίγνεται.