Ancient Greek · ~7 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 51
Not analysed yet
ἃ δʼ ἂν συνεφελκύσηται ἡ παρασκευὴ ἐμπόδια ἐκ τῆς τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζο- μένων πραγματείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἔκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθουθας ὀχλήσεις. δεῖ μέντοι τῷ φιλοσόφῳ καὶ τὴν ἐλπίδα τοῦ μηδὲν ὑπολείψειν παρεῖναι διὰ βίου. ταύτην δὲ τὰ μὲν εὐ- πόριστα ίκανῶς διασώζει, τὰ δὲ πολυτελῆ ποιεῖ δυσ- έλπιστον· οἱ γοῦν πολλοὶ διὰ τοῦτο, καίπερ πολλὰ κεκτημένοι, ὡς ὑπολειψόντων ἀνήνυτα μοχθοῦσιν. ἀρκεῖσθαι δὲ τοῖς εὐπορίστοις καὶ λιτοτάτοις ποιεῖ τὸ μνημονεύειν ὅτι πρὸς μὲν τῆς ψυχῆς ἀξιόλογον ταρα- χῆς λύσιν οὐθὲν ἰσχύειν πέφυκεν οὐδʼ ὁ πᾶς πλοῦτος συναχθείς, τὸ δὲ τῆς σαρκὸς ὀχληρὸν ἐξαιρεῖ καὶ τὰ πάνυ μέτρια καὶ τυχόντα πᾶσάν τε εὐποριστίαν κε- κτημένα· ὑπολείποντα δὲ καὶ. τὰ τοιαῦτα οὐ ταράττει τὸν ἀποθνήσκειν μελετῶντα. ἔτι καὶ τὸ ἀλγεινὸν τὸ διʼ ἐνδείας πολλῆς ἠπιότητος ἢ τὸ διὰ πληρώσεως μετ- έχει, ἐὰν μή τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ· ἃ τε ποικιλία τὥν τροφῶν οὐχ ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλʼ οὐδὲ τὴν ἐν τῇ σαρκὶ ἡδονὴν συν- επαύξει. πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλγη- δόνος ὑπεξαιρέσει. ὡς τό γε τῆς σαρκοφαγίας οὐδʼ ἔλυέν τι ὀχληρὸν τῆς φύσεως, οὐδʼ ὃ μὴ συντελού- μενον ἐπʼ ἀλγηδόνα ἠνύετο· τὴν δὲ βιαίαν χάριν εἶχε καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμμονήν, πρὸς δὲ ποικιλίαν ἡδονῶν συνεβάλ- λετο, ἐοικὸς ἀφροδισίοις ἢ ξενικῶν οἴνων πόσεσιν, ὧν καὶ χωρὶς διαμένειν δύναται ἡ φύσις. ὧν δὲ χω- ρὶς οὐκ ἄν ὑπομείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥᾳδίως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθε- ρίας ἡσυχίας τε καὶ πολλῆς ῥᾳστώνης πορίζεσθαι.