Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 52
Not analysed yet
ἔτι δὲ οὐδὲ πρὸς ὑγείαν τὰ κρέα συντελεῖ, ἀλλὰ μᾶλλον τῇ ὑγείᾳ ἐμποδίζει. διʼ ὧν γὰρ ὑγεία ἀνα- κτᾶται, διὰ τούτων καὶ διαμένει. ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης, ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν. εἰ δὲ μὴ πρὸς τὴν Μίλωνος ῥώμην τὰ ἄψυχα συμβάλλεται μηδὲ ὅλως πρὸς ἐπίτασιν ἰσχύος, οὐδὲ γὰρ ῥώμης οὐδὲ ἐπιτάσεως ἰσχύος χρεία τῷ φιλοσόφῳ, εἰ μέλλοι θεωρίᾳ καὶ μὴ πράξεσι καὶ ἀκολασίαις προσέχειν. οὐδὲν δὲ θαυμαστὸν τοὺς πολλοὺς οἴεσθαι εἰς ὑγίειαν συντελεἵν τὴν κρεοφα- γίαν· τῶν γὰρ αὐτῶν ἦν καὶ τὰς ἀπολαύσεις οἴεσθαι ὑγείας εἶναι τηρητικὰς καὶ τὰ ἀφροδίσια, ἃ ὤνησε μὲν οὐδένα τινά, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν. εἰ δʼ οἱ πολλοὶ μὴ τοιοῦτοι, οὐδὲν πρὸς ἡμᾶς· οὐδὲ γὰρ φιλίας καὶ εὐνοίας πιστόν τι καὶ διαμόνιμον ἐν τοῖς πολλοῖς· οὐδὲ δεκτικοὶ τούτων οὐδὲ σοφίας οὐδὲ τῶν ἀξιόλογόν τι ἐχόντων σοφίας μορίων, οὐδὲ τοῦ συμ- φέροντος οὕτε τοῦ ἰδίου οὔτε τοῦ κοινοῦ συνετὸς ὁ πολύς, οὐδὲ ἐθῶν φαύλων καὶ ἀστείων κρίσιν ποι- εἴσθαι δυνάμενος. πρός τε τούτοις πολύ τὸ ἀσελγὲς καὶ ἀκρασίας γέμον ἐν τοῖς πολλοῖς. διʼ ὃ οὐδὲ φοβη- τέον, μήποτε οὐκ ὦσιν οἱ βῥωσόμενοι τὰ ζῷα.