Ancient Greek · ~8 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 54
Not analysed yet
διʼ καὶ ἐπὶ τῶν λιτῶν φυλακτέον τὸ πλήσμιον, καὶ πανταχοῦ σκεπτέον τί διὰ τῆς ἀπολαύσεως ἢ κτήσεως γίγνεται καὶ πηλίκον ἔχει μέγεθός καὶ τίνος ὀχληροῦ λυτικὸν σαρκὸς ἢ ψυχῆς· μηδὲ διὰ . . . . χάριν ἡ περὶ ἑκά- στου . . . . ἔντασις γίγνεται, ὥσπερ ὁτω . . . . βίος κεκύηται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλʼ ἔχεσθαι ὅρου καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις, καὶ λογίζε- σθαι ὡς ὁ φοβούμενος ἐμψύχων ἀποχήν, εἴπερ διʼ ἡδονὴν ἅπτεται κρεοφαγίας, τὸν θάνατον φοβεῖται. εὐθὺς γὰρ τῇ στερήσει τῶν βρωτῶν συνάπτει ἀορί- στου τινὸς δεινοῦ παρουσίαν, ἐξ ἧς ὁ θάνατος. παρὰ δὲ τὰς τοιαύτας καὶ τὰς ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἄπληστος ὄρεξις γίγνεται καὶ πλούτων καὶ χρη- μάτων καὶ δόξης τοῦ συναυξήσειν τε νομίζειν τὸ πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου, καὶ τὸ κατὰ τὸν θάνατον δεινὸν ὡς ἀπέραντον φο- βεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτελείας οὐδὲ ἐγγὺς τείνει τῆς διʼ αὐταρκείας τῷ πεπειραμένῳ γιγνομέ- νης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν, ὅσων αὐτὸς χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης δὲ τῆς περὶ τὰ ἀφροδίσια πτοίας, τίς ἔξω φιλοτιμία, τίς λοιπὸν χρεία πλούτου ἀργοῦ, εἰς μηδὲν ἡμῖν χρησι- μεύοντος, ἀλλὰ μόνον βαρήσοντος; ὡς τὸ πεπληρῶ- σθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ ἀκραιφνής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε. τῆς τοῦ κόρου ἡδονῆς, οὐ τῆς κατὰ τὴν πενίαν πλη- σμονῆς, καὶ γεύεσθαι, ἵνα . . . . διὰ πάντων διέλθῃ, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον ἢ τὸ ἀόριστον. οὕτω γὰρ καὶ τούτῳ εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέ- σται διὰ τῆς αὐταρκείας καὶ ὁμοιώσεως τοῦ θεοῦ, οὕτως οὐδʼ αὐτὸ ἐπὶ πλέον ποθήσει οὐδὲ τὸν χρόνον ὡς προσθήσοντα αὐτῷ μεῖζον ἀγαθόν, οὕτως δʼ αὖ ἀληχθινῶς πλουτήσει τῷ φυσικῷ ὅρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς, οὕτως οὐκ ἐπʼ ἐλπίσι κρε- μήσεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἐχούσης τοῦ γε-. νέσθαι· θορυβωδεστάτη γὰρ αὕτη· ἀλλʼ ἐν αὐταρ- κείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεἴ· οὐδὲ ἀγωνιάσει μὴ τὸν πλείονα χρόνον παραμένειν.