Ancient Greek · ~4 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 55
Not analysed yet
πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον πρὸς Διός, τὸν μὲν κακο- παθοῦντα ἢ ἐν περιστάσει ὄντα ἰσχυρᾷ τῶν ἔξωθεν ἢ ἐν δεσμοῖς εἰλημμένον οὐδʼἔννοιαν ἔχειν τροφῆς, οὐδὲ πόθεν πορισθήσεται φροντίζειν, ἀλλὰ καὶ παρατιθε- μένης παραιτεῖσθαι τὴν ἀναγκαίαν· τὸν δὲ ὄντως δεσμιώτην κατατεινόμενον ταῖς ἔνδον κακοπαθείαις ζητεῖν ἐδεσμάτων παρασκευήν, ποικιλίας φροντίζειν, διʼ ὧν τὸν δεσμὸν παχύνει; καὶ πῶς ταῦτα ἀνδρῶν ἦν ἐγνωκότων ἃ πεπόνθασιν, οὐχὶ φιληδούντων οἷς πεπόνθασιν, καὶ ἐν οἷς εἰσὶν οὐκ εἰδότων; οἷς ἀντί- στροφον τὸ πάθος ἢ τοῖς εἰδόσι δεσμώταις τὴν ἑαυ- τῶν συμφορὰν γίγνεται. τῷ γὰρ ὑπάρχοντι βίῳ ἀχα- ριστοῦντες καὶ ταραχῆς ἀπλάτου γέμοντες, τοῦ ἀπόν- τος εἰς πλήρωσιν ἐφίενται. οὐδεὶς γὰρ ἀπὸ τοῦ πάντα αὐτῷ εὔλυτα εἶναι τὰ κατὰ τοὺς θορύβους ἔρχεται ἐπὶ τραπεζῶν καὶ κλινῶν ἀργυρῶν ὀρέξεις καὶ μύ- ρων καὶ μαγείρων καὶ σκευῶν καὶ ἐσθήτων καὶ δεί- πνων ἐπὶ πᾶν πλῆθος καὶ ποικιλίας καὶ πολυτελείας ἀνθρώπων ἡκόντων, ἀλλʼ ἀπὸ ἀχρηστίας παντὶ τῷ ὑπάρχοντι βίῳ καὶ ἀγαθῶν ἀορίστου γενέσεως καὶ ταραχῆς ἀπλάτου. ὥσθʼ οἱ μὲν οὐ μέμνηνται τῷ τὸ παρὸν ἀποκρούειν, οἱ δὲ τὸ μὴ παρὸν ζητοῦσι τῷ ἀχαριστεῖν τῷ παρόντι.