Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 57
Not analysed yet
εἰ γὰρ δεῖ μηδὲν ὑποστειλὰμενον μετὰ παρρησίας εἰ- πεῖν, οὐκ ἔστιν ἄλλως τυχεῖν τοῦ τέλους ἢ προσηλω- θέντα μέν, εἰ χρὴ φάναι, τῷ θεῷ, ἀφηλωθέντα δὲ καὶ σώματος καὶ τῶν διὰ τούτου τῆς ψυχῆς ἡδυπταθειῶν, διʼ ἔργων ἡμῖν τῆς σωτηρίας, οὐ διʼ ἀκροάσεως λό- γων ψιλῆς γινομένης. θεῷ δὲ οὐδὲ τῶν μερικῶν τινί, οὐχ ὅτι τῷ ἐπὶ πᾶσιν καὶ ὑπὲρ τὴν ἀσώματον φύσιν ἀπλῶς μεθʼ ὁποίας οὖν διαίτης καὶ ὅλως σαρκοφα- γίας ἐνῆν οἰκειοῦσθαι, ἀλλʼ ἁγνείαις παντοίαις καὶ ψυχῆς καὶ σώματος μόλις καταξιοῦσθαι τῆς ἐκείνου ἐπαισθήσεως, φύντι τε καλῶς καὶ ζῶντι ὁσίως καὶ καθαρῶς. ὥσθʼ ὅσῳ ὁ πάντων πατὴρ ἀπαθέστερος καὶ καθαρώτερος καὶ αὐταρκέστατος, ἅτε πόρρω ὑλι- κῆς ἐμφάσεως ἱδρυμένος, τόσῳ τὸν προσιόντα αὐτῷ παντοίως καθαρόν τε καὶ ἁγνὸν εἶναι προσήκει, ἀρ- ξάμενον ἀπὸ τοῦ σώματος καὶ τελευτῶντα εἰς τὸ εἴσω, καθʼ ἕκαστον τῶν μερῶν ἢ ὅλως τῶν προσόντων τὴν κατὰ φύσιν ἑκάστῳ ἁγνείαν ἀπονέμοντα. ἀλλʼ ἴσως πρὸς μὲν ταῦτα οὐδεὶς ἂν ἀντείποι, ἀπορήσειε δʼ ἂν πῶς ἐν ἁγνείᾳ τίθεμεν τὴν ἀποχὴν, καίτοι ἐν ταῖς θυσίαις μηλοσφαγοῦντές τε καὶ βουθυτοῦντες ἁγνήν τε ταύτην νομίζοντες τὴν ἱερουργίαν καὶ θεοῖς κεχα- ρισμένην. διʼ ὃ μακροῦ δεομένων λόγου πρὸς τὴν τούτων διάλυσιν, ἀπʼ ἄλλης ἀρχῆς τὰ περὶ τῶν θυ- σιῶν διαληπτέον.