Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 56
Not analysed yet
ἑκατέρως δὲ ὁ θεωρητικὸς τοῦ λιτοῦ τῆς διαίτης ἀνθέξεται· καὶ γὰρ οἶδεν ἐν οἷς ἐστιν δεσμοῖς· ὥστε πολυτελείας ὀρέγεσθαι οὐ δύναται, καὶ τὸ λιτὸν ἀγαπῶν οὐ ζητήσει ἐμψύχων βρώσεις, ὡς οὐκ ἀρκούμενος τῇ τῶν ἀψύχων. εἰ δὲ καὶ μὴ τοιαύτη ἦν ἡ τοῦ σώματος φύσις ἐπὶ τοῦ φιλοσόφου καὶ οὕτως εὐάγωγος καὶ διὰ τῶν τυ- χόντων εὐίατος, ἔδει δὲ καὶ ἀλγηδόνας ὑπομένειν ἕνεκα τῆς ἀληθινῆς σωτηρίας, ἆρʼ οὐκ ἄν ὑπεμείνα- μεν; οὐ γὰρ δὴ νοσήματος στέρεσθαι δεῖ, ὅπου σπου- δάζοντες πάνθʼ ὑπομένομεν, τεμνόμενοι, φοινισσό- μενοι, καιόμενοι, πικρὰ φάρμακα πίνοντες, καθαιρό- μενοι διὰ γαστρός, διʼ ἐμέτων, διὰ ῥινῶν, μισθούς τε προσαναλίσκοντες τοῖς ταῦθʼ ἡμὰς διατιθεῖσιν, οὐχὶ δὲ τοῦ ἔνδον χάριν νοσήματος (ὡς ἂν τὸν ὑπὲρ ἀθανασίας ἀγῶνα ἀθλοῦντες καὶ θεοῦ συνουσίας, ὧν κωλυόμεθα διὰ τὴν τοῦ σώματος συνουσίαν) πάνθʼ ὑπομενοῦμεν εὐλόφως; εἰ καὶ μετʼ ἀλγηδόνων ποιεῖσθαι τὰς ὑπομονὰς ἐχρῆν καὶ οὐ δήπου τοῖς νό- μοις τοῦ σώματος ἕπεσθαι βιαίοις οὖσι καὶ ἀντικειμιέ- νοις τοῖς τοῦ νοῦ νόμοις κοί ταῖς ὁδοῖς ταῖς σωτηρίοις ὑπομένομεν. ὅπου δὲ νῦν οὐδὲ περὶ ἀλγηδόνων ὑπο- μονῆς φιλοσοφοῦμεν, ἀλλὰ περὶ ἡδονῶν οὐκ ἀναγ- καίων ἀποβολῆς, τίς λοιπὸν ἀπολογία τοῖς ἀπαναι- σχυντεῖν πρὸς τὴν αὐτῶν ἀκρασίαν βουλομένοις;