Ancient Greek · ~4 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 7-2
Not analysed yet
οἷς μαρτυρεῖν ἔοικεν καὶ ἡ Ἀθήνησιν ἔτι καὶ νῦν δρωμένη πομπὴ Ἡλίου τε καὶ Ὡρῶν. πομπεύει γὰρ εἰλυσπόα ἄγρωστις ἐπὶ πυρηνίων ἡγηρίας, ὄσπρια, δρῦς, μιμαίκυλα, κριθαί, πυροί, παλάθη ἡγητη- ρία, ἀλεύρων πυρίνων καὶ κριθίνων φθοῖς, ὀρθο- στάτης, χύτρος. πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρ- χῶν τοἵς ἀνθρώποις προιουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη, ὠμότη- τος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθʼ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀν- θρώπων καὶ τοὺς βωμοὺς αἰμιαξάντων, ἀφʼ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγὰρ οὖν τὸ δαιμόνιον, ὡς φησὶν ὁ Θεόφραστος, τούτων ἐκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν. καθʼ ὃ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώ- πων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηθὲν ἡμῶνβελτίους ἡγεἵσθαι τὴν φύσιν εἶναι τοὺς θεούς· οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οὐδεμίαν ἀπαρχὴν τῶν ὑπαρχόντων ποιούμενοι τοἵς θεοἵς· οἱ δὲ κακό- θυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.