Ancient Greek · ~4 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 8-2
Not analysed yet
διʼ ὃ Θῶες μὲν οἱ ἐν μεθορίοις Θρᾴκης οίκήσαντες μηδενὸς ἀπαρ- χόμενοι μηδὲ θύοντες, ἀνάρπαστοι κατʼ ἐκεῖνον ἐγέ- νοντο τὸν χρόνον ἐξ ἀνθρώπων, καὶ οὔτε τοὺς οἰ- κοῦντας οὔτε τὴν πόλιν οὔτε τὸν τῶν οἰκήσεων θεμέ- λιον ἐξαίφνης οὐδεὶς εὑρεῖν ἐδύνατο· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐθέλεσκον ἀλλήλων ἴσχειν, οὐδʼ ἀθανάτους θεραπεύειν ἤθελον, οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, ἣ θέμις ἀθανάτοις. τοιγὰρ οὖν αὐτοὺς Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς οὐκ ἐδίδουν μακάρεσσιν οὐδʼ ἀπήρχοντο τούτοις, καθάπερ ἦν δίκαιον. Βασ- σάρων δὲ δὴ τῶν τὸ πάλαι τὰς Ταύρων θυσίας οὐ μό- νον ζηλωσάντων, ἀλλὰ καὶ τῇ τῶν ἀνθρωποθυσιῶν βακχείᾳ βορὰν τούτων προσθεμένων (καθάπερ ἡμεῖς νῦν ἐπὶ τῶν ζῴων· ἀπαρξάμενοι γὰρ τὰ λοιπὰ δαῖτα τιθέμεθα), τίς οὐκ ἀκήκοεν ὅτι μετὰ μανίας προσπί- πτοντές τε καὶ δάκνοντες ἀλλήλους, ἔτι δὲ πρὸς ἀλή- θειαν αἱμοδαιτοῦντες οὐκ ἐπαύσαντο πρὶν τὸ γένος ἐξαναλῶσαι τῶν πρώτων παρʼ αὐτοῖς τῆς τοιαύτης ἁψαμένων θυσίας;