Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 9-2
Not analysed yet
ὑστέρα μὲν τοίνυν καὶ νεωτάτη ἡ διὰτῶν ζῴων θυσία, τὴν δὲ αἰτίανλαβοῦσα οὐκ εὐχά- ριστον ὡς ἡ ἐκ τῶν καρπῶν, ἀλλὰ λιμοῦ ἢτινος ἄλλης δυστυχίας περίστασιν. αὐτίκα τῶν κατὰ μέρος παρʼ Ἀθηναίοις ἀναιρέσεων αἱ αἰτίαι ἢ ἀγνοίας ἢ ὀργὰς ἢ φόβουςτὰς ἀρχὰς ἔχουσιν. τὴν μὲν γὰρ τῶν συῶν σφα-, γὴν ἀκουσίῳ ἁμαρτίᾳ Κλυμένης προσάπτουσιν, ἀπρο- αιρέτως μὲν βαλούσης, ἀνελούσης δὲ τὸ ζῷον. διʼ ὃ καὶ εὐλαβηθέντα αὐτῆς τὸν ἄνδρα, ὡς παράνομον διαπεπραγμένης, Πυθῶδε ἀφικόμενον χρήσασθαι τῷ τοῦ θεοῦ μαντείῳ. τοῦ δὲ θεοῦ τῷ συμβάντι ἐπιτρέ- ψαντος, ἀδιάφορον λοιπὸν νομίσαι τὸ γιγνόμενον. ἐπι- σκόπῳ δέ, ὃς ἦν ἔκγονος τῶν θεοπρόπων, βουληθέντι προβάτων ἀπάρξασθαι, ἐπιτρέψαι μὲν φασὶ τὸ λόγιον, σὺν πολλῇ δὲ εὐλαβείᾳ. ἔχει γὰρ οὕτως· οὔ σε θέμις κτείνειν ὀίων γένος ἐστὶ βέβαιον, ἔγγονε θειοπρόπων· ὓ δʼ ἑκούσιον ἄν κατανεύσῃ χέρνιβʼ ἐπιθύειν τὸ δʼ, ἐπίσκοπε, φημὶ δικαίως.