Ancient Greek
25
Porphyrius, De Antro Nympharum 25
Not analysed yet
ψυχαῖς δ’ εἰς γένεσιν ἰούσαις καὶ ἀπὸ γενέσεως χωριζομέναις εἰκότως ἔταξαν ἀνέμους διὰ τὸ ἐφέλκεσθαι καὶ αὐτὰς πνεῦμα, ὥς τινες ᾠήθησαν, καὶ τὴν οὐσίαν ἔχειν τοιαύτην. ἀλλὰ βορέας μὲν οἰκεῖος εἰς γένεσιν ἰούσαις· διὸ καὶ τοὺς θνῄσκειν μέλλοντας ἡ βορέου πνοὴ "ζωγρεῖ ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν," ἡ δὲ τοῦ νότου διαλύει. ἡ μὲν γὰρ πήγνυσι ψυχροτέρα οὖσα καὶ ἐν τῷ ψυχρῷ τῆς χθονίου γενέσεως διακρατοῦσα, ἡ δὲ διαλύει θερμοτέρα οὖσα καὶ πρὸς τὸ θερμὸν τοῦ θείου ἀναπέμπουσα. βορειοτέρας δ’ οὔσης τῆς ἡμετέρας οἰκουμένης ἀνάγκη τὰς τῇδε κυομένας βορρᾷ ἀνέμῳ ὁμιλεῖν καὶ τὰς ἐντεῦθεν ἀπαλλαττομένας νότῳ· αὕτη δὲ καὶ ἡ αἰτία τοῦ τὸν μὲν βορρᾶν ἀρχόμενον μέγαν εἶναι, τὸν δὲ νότον λήγοντα. ὁ μὲν γὰρ εὐθὺς ἐπίκειται τοῖς ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν, ὁ δὲ μακρὰν ἀφέστηκε· χρονιωτέρα δ’ ἡ ἐκ τῶν ἄπωθεν ἐπιρροή· καὶ ὅταν ἀθροισθῇ, τότε πληθύνει.