Ancient Greek
26
Porphyrius, De Antro Nympharum 26
Not analysed yet
εἰς γένεσιν δ’ ἀπὸ βορέου πύλης τῶν ψυχῶν ἐρχομένων ἐρωτικὸν διὰ τοῦτο ὑπεστήσαντο τὸν ἄνεμον· καὶ γὰρ "ἵππῳ ἐεισάμενος παρελέξατο κυανοχαίτῃ· αἱ δ’ ὑποκυσσάμεναι ἔτεκον δυοκαίδεκα πώλους". καὶ τὴν Ὠρείθυιαν αὐτὸν ἁρπάσαι φασίν, ἐτέκνωσέ τε Ζήτην καὶ Κάλαϊν. τὸν δὲ νότον θεοῖς νέμοντες ἱσταμένης τῆς μεσημβρίας ἐν τοῖς ναοῖς τῶν θεῶν τὰ παραπετάσματα ἕλκουσι, τὸ Ὁμηρικὸν δὴ τοῦτο φυλάσσοντες παράγγελμα, ὡς κατὰ τὴν εἰς νότον ἔγκλισιν τοῦ θεοῦ οὐ θέμις ἀνθρώπους εἰσιέναι εἰς τὰ ἱερά, ἀλλ’ ἀθανάτων ὁδός ἐστιν.