Ancient Greek
27
Porphyrius, De Antro Nympharum 27
Not analysed yet
ἱστᾶσιν οὖν τὸ σύμβολον τῆς μεσημβρίας καὶ τοῦ νότου ἐπὶ τῇ θύρᾳ μεσημβριάζοντος τοῦ θεοῦ. οὐκοῦν οὐ -δ’ ἐπὶ τῶν ἄλλων θυρῶν ἐφ’ ὁποίας οὖν ὥρας ἐξὸν λαλεῖν ὡς ἱερᾶς οὔσης θύρας, καὶ διὰ τοῦθ’ οἱ Πυθαγόρειοι καὶ οἱ παρ’ Αἰγυπτίοις σοφοὶ μὴ λαλεῖν ἀπηγόρευον διερχομένους ἢ θύρας ἢ πύλας, σεβομένους ὑπὸ σιωπῆς θεὸν ἀρχὴν τῶν ὅλων ἔχοντα. οἶδε δὲ καὶ Ὅμηρος ἱερὰς τὰς θύρας, ὡς δηλοῖ παρ’ αὐτῷ ὁ σείων Οἰνεὺς ἀνθ’ ἱκετηρίας τὴν θύραν, "σείων κολλητὰς σανίδας, γουνούμενος υἱόν". οἶδε δὲ καὶ πύλας οὐρανοῦ, ἃς αἱ Ὧραι ἐπιστεύθησαν, ἀρχὰς ἐχούσας τῶν νεφουμένων τόπων, ὧν αἱ ἀνοίξεις καὶ τὰ κλεῖθρα διὰ νεφῶν, "ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι", καὶ διὰ τοῦτο μυκώμεναι, ὅτι καὶ αἱ βρονταὶ διὰ τῶν νεφῶν· "αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι".