Ancient Greek · ~7 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 2-2
Not analysed yet
2. ἀγνοοῦϲί τινεϲ οἱ τὸν νήδυμον ὕπνον ἀποδιδόντεϲ τὸν ἡδύν. νήδυμο ἔϲτι δὲ νήδυμοϲ ὁ μὴ δύνων μηδὲ περιεχόμενοϲ ἀλλ’ αὐτὸϲ περιέχων. ἐξητήϲατο τὰρ τὴν λέξιν εἰπὼν ν δυμοϲ ἀμφιχυθείϲ (Ξ 253). κα αὐτὸϲ ὁ Ὕπνοϲ φηϲὶν ὄφρ’ ἔτι εὕδει Ζεύϲ, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ κῶμα κάλυ ψα (359). καὶ ἔτι· περὶ δ’ ἀμβρόϲιοϲ κέχυθ’ ὕπνοϲ (B 19) τοῖϲι δ’ ἐφ’ ὕπν ον ἔχευε διάκτοροϲ Ἀργειφόντηϲ (Ω 445). διὸ καὶ οὕτωϲ λέγει· οὐδέ μιν ὕπνοϲ ᾕρει π ανδαμάτωρ (Ω 4). τὸ δὲ ν ϲτερητικὸν καὶ ἐντὸϲ τῷ νήγρετοϲ ἥδιϲτοϲ θανά τῳ ἄγχιϲτα ἐοικώϲ (ν 80). καὶ ἐπ’ ἄλλων δὲ περιεχόντων καὶ κάτειληφότων τὸ ὅλον λέγει· ἀμφὶ δέ μιν θάνατοϲ χύτο (Π 114) τὸν δ’ ἄχεοϲ νεφέλη ἐκάλυ ψεν (P 591 )θείη δέ μιν ἀμφέχυτ’ ὀμφή (B 41) θεϲπεϲίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν δὲ τῇ ϲυνθέϲει τῆϲ λέξεωϲ καὶ ἐντὸϲ τῷ λιμέν εϲ δ’ ἔνλοχοι αὐτῇ ἀμφίδυμοι (δ 846 ),δύο λέγων εἰϲ οὓϲ ἔϲτι δύνειν. ὅθεν καὶ οἱ δίδυμοι, δύο ἐκ μιᾶϲ . ἐναντίον δὲ δοκεῖ τὸ Δία δ’ οὖκ εὖχε ν ήδυμοϲ ὕπνοϲ τῷ ἔνθα καθεῦδ’ ἀναβάϲ. λύοιτο δ’ ἂν κατὰ λέξιν· καὶ γὰρ τὸ καθεύδειν ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλιϲιν ἐπὶ τῆϲ εὐνῆϲ, εἶπερ καὶ τὸ κοιμηθῆναι καὶ τὸ ἰαύειν. οὐ γὰρ ἂν ἔλεγεν· ὣϲ καὶ ἐγὼ πολλὰϲ μὲν ἀύπνουϲ νύκταϲ ἴαυον (1 325), καὶ πάλιν· Θὐρυν όμη δ᾿ ἄρα οἱ χλαῖναν βάλε κοιμηθέντι· . τὸ δὲ πανὄφρα νύχιοι ἐϲτὶ δι’ ὅληϲ νυκτόϲ, ὥϲτ’ ἐγχωρεῖ τὸν μὲν διὰ μέρουϲ ὑπνῶϲαι τοὺϲ δὲ δι’ ὅληϲ. τὸ δὲ νήδυμο ϲ ὕπνοϲ ἐϲτὶ βαθύϲ, ὥϲτε δύναιτ’ἂν ὑπνῶϲαι μὲν μὴ βαθεῖ δὲ ὕπνῳ.