Ancient Greek · ~6 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 134
Not analysed yet
134. ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι Ξάνθου δινήεντοϲ, ὃν ἀ θάνατοϲ τέκετο Ζεύϲ, ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι (Φ 196) ἐξ οὗ περ πάντεϲ ποταμοὶ καὶ πᾶϲα θάλαϲϲα. λύοιτο δ’ ἂν ἐκ τῆϲ λέξεωϲ καθ’ ἑκάτερα· καὶ γὰρ τὸ πάντεϲ δύναται λέγειν ἀντὶ τοῦ πλείουϲ, καὶ ποταμὸϲ ὁμωνύμωϲ λέγεται ὅ τε θεὸϲ καὶ. τὸ ῥεῦμα, ὥϲτε τὸν μὲν θεὸν ἐκ Διὸϲ εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· λέγεται γὰρ ὁ Ζεὺϲ πατὴρ ἀνδρῶν τε θεῶν τε. πῶϲ ποτὲ μὲν λέγει· τῷ oὐδὲ κρείων Ἀχελώιοϲ ἰϲοφαρίζει ζειἐξ οὗπερ πάντεϲ ποταμοί (Φ 194— 6), ἑτέρωθι δὲ Ξάνθου δινήεντοϲ, ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ; ἡ δὲ λύϲιϲ ἐκ τοῦ προϲώπου· τὸ μὲν γὰρ ἐκ Διὸϲ εἶναι ὁ ποιητὴϲ λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύϲ. οὐδὲν οὖν ἄτοπον ἐντὸϲ διαφόροιϲ προϲώποιϲ διαφωνίαν ϲυνίϲταϲθαι. πῶϲ μετέπειτά φηϲιν ἐπὶ τοῦ Ὠκεανοῦ ἐξ οὗ περ πάντεϲ ποταμοί, νῦν δὲ Διὸϲ τὸν Ξάνθον γενεαλογεῖ ῥητέον δὲ ὅτι τοῦ μὲν ὡϲ θεοῦ τιμωμένου πατὴρ ὁ Ζεύϲ, τοῦ δὲ ῥεύματοϲ χορηγὸϲ Ὠκεανόϲ, ἐξ οὗ περ πάντεϲ ποταμοίπατὴρ ἀνδρῶν τειεῶντε. ἢ διὰ τὸ πλέων χειμάρρων εἶναι τὸν Ξάνθον Διὸϲ αὐτόν φηϲι. φηϲὶ γοῦν ὀρόθυνον ἐναύλουϲ (Φ 312) ὃν ῥά τ’ ἔναυλοϲ ἀποέρϲῃ (Φ 283). διὰ τί, πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον ὁ ποιητήϲ φηϲιν ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ; πῶϲ οὖν καὶ Ὠκεανοῦ καὶ Διὸϲ παῖϲ; ῥητέον οὖν ὅτι εἰκότωϲ ἂν καὶ Διὸϲ καλοῖτο παῖϲ, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διόϲ, ὄμβρῳ δὲ οὗτοϲ αὔξεται