Ancient Greek · ~2 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 170
Not analysed yet
170. 1. πῶϲ δὲ νίφων ὁ βορρᾶϲ αἰθρηγενήϲ ἐϲτιν ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡϲ τὸ πῆ ἔβη Ἀνδρομάχη λευκώλενοϲ (Z 37 7); ἢ ἀπὸ τοῦ πλεονάζοντοϲ· ϲκιόεντα γὰρ ὄντα τὰ νέφη πνοιῇϲι λιγυρῇϲι διαϲκίδνηϲιν (E 526). οἱ δὲ, ὅτι τὸ ψῦχοϲ παρ αὐτῷ αἶθροϲ καλεῖται. τάχοϲ οὖν δίδωϲι τῇ χιόνι ὁ ἄνεμοϲ, βορρᾶ δὲ πνέοντοϲ νιφετὸϲ ἐπιγίνεται. καὶ ἀλλαχοῦ· νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ βορέαο πεϲόντοϲ (ξ 4 75).