Ancient Greek · ~5 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 167
Not analysed yet
167. ἐζήτηται δὲ πῶϲ μᾶλλον ὁ Nέϲτωρ οὐ πρεϲβεύει ὡϲ ϲυνετώτεροϲ. ἔϲτι δὲ. λέγειν, ὅτι κατ᾿ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωϲιν οἱ περὶ Ὀδυϲϲέα, αὐτὸϲ ὕϲτερον πείϲῃ. ἀτοπον γὰρ ἦν νῦν Cf. Cram. ,πρεϲβεύειν τὸν Νέϲτορα, ὅτε δεῖ πάντωϲ ττον Ἀχιλλέα μὴ πειϲθῆναι· ἀδοξία δὲ ἦν Νέϲτορα μὴ δυνηθῆναι πεῖϲαι. οἱ δέ φαϲιν, ὅτι ἐπεὶ ἐχθρὸϲ ἦν Ἀχιλλέωϲ, λοιδορήϲαϲ αὐτὸν πρὸϲ Ἀγαμέμνονα· τούϲδε δ᾿ ἔα φθινύθειν ἕνα καὶ δύο BΒ 346). αὐτὸϲ οὐκ ἄπειϲιν ἢ διὰ τὸ γῆραϲ ἢ ὑποπτεύεϲθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡϲ ἐκπληρῶν τὴν αὐτοῦ ἀπουϲίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ ϲτρατοῦ ὡϲ φρήτρη φρήτρηφιν ἀρήγῃ (B 363) —τοῦτο δὲ τάφρον περιβαλλόμενοϲ καὶ τεῖχοϲ, ὃ καὶ Ἀχιλλεὺϲ ὀνειδίζει· ἢ μὲν δὴ μάλα πολλὰ πονήϲατο νόϲφιν ἐμεῖο, καὶ δὴ τεῖχοϲ ἔδειμεν (I 348. 49), ἢ ὅτι εἶπεν· τούϲδε δ᾿ ἔα φθινύθειν ἕνα καὶ δύο (B 346). εἰ δὲ ἐντὸϲ τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήϲατο (Ψ 616), οὐδὲν θαυμαϲτόν, εἰ τὴν ἔχθραν ἀποθέμενοϲ τὴν πρὸϲ Ἀγαμέμνονα λύει καὶ τὴν πρὸϲ Νέϲτορα ὑποψίαν. ἢ ἀδήλου ὄντοϲ εἰ πείϲει, καλῶϲ ἑτέρουϲ ἔπεμψεν· πειϲάντων γὰρ ἔμελλεν αὐτὸϲ ἔχειν τὴν δόξαν ὡϲεὶ ἡγηϲάμενοϲ, ἀποτευχθείϲηϲ δὲ τῆϲ ἱκεϲίαϲ αἰτίαν ἔϲχον οἱ πρέϲβειϲ ἐνδεῶϲ διειλεγμένοι.