Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 182
Not analysed yet
182. ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐϲτι πρεϲβευτήϲ. καί φαϲιν οἱ μὲν δὲ βάτην. δύο πρεϲβεύειν, Αἴαντα καὶ Ὀδυϲϲέα, Φοίνικοϲ προεληλυθότοϲ οὐκ εἰϲ τὸ πρεϲβεύειν ἀλλ᾿ εἰϲ τὸ ϲυλλαβέϲθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴϲ δυϊκῶϲ κέχρηται, καὶ χαίρετον ὦ φίλοι (v. 197). ἔνιοι δὲ λέγουϲι ϲυμπεπρεϲβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκιϲ γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι, ὡϲ καὶ ἐπὶ τοῦ μή νύ τοι οὐ χραίϲμωϲιν ὅϲοι θεοί εἰϲ᾿ ἐντὸϲ Ὀλύμπῳ ἆϲϲον ἰόντε (Α 567), καὶ ὡϲ ἐπὶ τοῦ κούρω κριθέντε δύο καὶ πεντήκοντα (θ 48).