Ancient Greek · ~4 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 186
Not analysed yet
186. ἀπρεπὲϲ δοκεῖ καταλαμβάνεϲθαι κιθαρίζοντα. λύεται δ᾿ ἐκ τοῦ καιροῦ· ἐντὸϲ γὰρ νυκτὶ οὐκ εὐπρεπέϲτερον L. ἀπρεπέϲτερον, quod mutavi ἄλλωϲ καταλαμβάνεται. γυμνάζεϲθαι μὲν γὰρ τῷ ϲώματι οὐκ ἦν τότε· κοιμώμενοϲ δὲ ἢ παννυχίζων ἀπρεπέϲτερον ηὑρίϲκετο. οἰκεῖον τῷ ἥρωι νυκτὸϲ οὕϲηϲ γυμνάζεϲθαι μᾶλλον τὰ μουϲικά, φρένα. ἀλλὰ μὴ διαπαννυχίζειν· παραμυθία γὰρ ταῦτα θυμοῦ καὶ λύπηϲ. ἔϲτι δὲ νέοϲ καὶ φιλόμουϲοϲ καὶ λάφυρον ἔχων τὴνμ κιθάραν, καὶ οὐ θηλυφρένα δριώδη μέλη ἀλλὰ κλέα ἀνδρῶν ᾄδει. ἢ οἰόμενοϲ ἥξειν αὐτοὺϲ ϲοβαρεύεται. καλῶϲ δὲ ἀπούϲηϲ τῆϲ ἐρωμένηϲ ᾄδει, ὅπωϲ μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆϲ τῶν Ἐλλήνων ἀϲφαλείαϲ, προϲποιεῖται δὲ καταφρονεῖν· φηϲὶ γοῦν δῖε Μενοιτιάδ η, νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ λίϲϲεϲθαι Ἀχαιούϲ (Λ 608. 9), καὶ πάλιν ὄρϲεο, διογενὲϲ Πατρόκλειϲ, ἱπποκέλευθε· λεύϲϲω δὴ παρὰ νηυϲὶ πυρὸϲ δηίοιο ἐρωήν (Π 126. 7). οὐκ ἤθελε δὲ ἀργῶν ϲώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ᾿ ἡτοίμαζεν αὐτὴν πρὸϲ τὰϲ πράξειϲ, καὶ ἐπ᾿ εἰρήνηϲ τὰ τοῦ πολέμου μελετᾶ, ὡϲ καὶ οἱ Μυρμιδόνεϲ (B 773 sqq.) .