Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 203
Not analysed yet
203. ἀπρεπέϲ· ὡϲ γὰρ ἐπὶ κῶμον ἥκουϲιν ἀκρατότερον διδόναι παρακελεύεται. οἱ μὲν γὰρ ἀπὸ τῆϲ λέξεωϲ λύουϲι· τὸ γὰρ ζωρότερον εἶναι τάχιον· οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι νύξ οἱ δὲ ἀπὸ τοῦ ἔθουϲ τοὺϲ γὰρ ἥρωαϲ, ἄλλωϲ καταπονουμένουϲ, δαψιλεϲτέροιϲ τοῖϲ πρὸϲ τὴν δίαιταν κεχρῆϲθαι εἰκόϲ ἢ ἴϲωϲ ὡϲ μουϲικὸϲ καὶ ὑδαρέϲτερον πίνων, ἀφ᾿ ὧν ὀνειδίζει καὶ οἰνοφλυγίαν Ἀγαμέμνονι (Α 225).