Ancient Greek · ~5 min
98 to 167
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 98-2-167
Not analysed yet
98. v. 194 sqq. 149. δειλὸϲ, φαϲὶν, οὗτοϲ, ὅτι ἀϲπίδα καὶ οὐ add. Bkk. ; codd. om. δόρυ ἀναλαμβάνει. ἴϲωϲ δὲ ϲιωπωμένῃ τῇ ἀποκρίϲει χρῆται πρὸϲ ϲάκοϲ. τὸν Νέϲτορα εἰπόντα βουλεύϲεϲθαι πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆϲ ἀϲπίδοϲ ὅτι μενετέα (v. 147). δόρυ μὲν γὰρ φέρουϲι καὶ μὴ μαχόμενοι, ἀϲπὶϲ δὲ μενόντων ἐϲτὶ καὶ μαχομένων. 151. ϲχῆμα ἀμφιβολίαϲ ἄδηλον γὰρ εἴτε παράκειται αὐτοῦ τὰ ὅπλα ἢ ἐνδέδυται. Πορφύριοϲ δέ φηϲιν ὅτι οὐ φορεῖ· δειλίαϲ γὰρ δεῖγμα τὸ τοιοῦτον. οὐχ ὡπλιϲμένοϲ (δειλοῦ γάρ), ἀλλ᾿ οἷον πληϲίον ἔχων τὰ τεύχη. καλῶϲ δὲ οἱ ἑταῖροι τὴν μεθ᾿ ἡμέραν τάξιν φυλάττουϲι περιϲτοιχοῦντεϲ τεύχεϲιν. τὸν βαϲιλέα. ϲτρατηγικὸν δὲ καὶ τὸ αἰθριοκοιτεῖν. 153. φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ ϲαυρωτῆραϲ ϲτάϲιϲ· καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἐντὸϲ μόνον πεϲόν. λύει δ᾿ Ἀριϲτοτέληϲ λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηροϲ οἷα ἦν τότε ἦνμ δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐντὸϲ τοῖϲ βαρβάροιϲ· πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων. 167. scholium quod de τρόπῳ ἀπὸ κοινοῦ qui vocatur agit, quoniam casu ad h. v. adscriptum est neque habet quo aliqua cum veri specie referatur (cf. ad p. 143, 11 1), in fine operis nostri edendum erit.