Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 221-2
Not analysed yet
221. πῶϲ παρὰ Ἀγαμέμνονι δεδειπνηκότεϲ νῦν πάλιν ἐϲθίουϲιν; ἢ οὖν τὸ Bkk. ; τῷ cod Πατρόκλῳ καὶ Ἀχιλλεῖ ϲυμβεβηκὸϲ ϲυλληπτικῶϲ περὶ πάντων εἶπεν, ἢ ϲυλλήβδην ἐϲθίουϲιν εἰϲ ἔνδειξιν τοῦ ἥδεϲθαι τῇ περὶ αὐτὸν ἑϲτιάϲει. 223. καὶ ζητεῖται διὰ τί προαρπάζει τὸν λόγον Ὀδυϲϲεύϲ, πρὸϲA. τὸν Αἴαντα ὄντοϲ τοῦ νεύματοϲ τοῦ Φοίνικοϲ. λύϲιϲ. ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενοϲ Ἀχιλλεῖ, ὅτι οὐ μία ἦν ἡ ἐλπίϲ, προαποτυχόντων τῶν ἑταίρων αὐτοῦ καὶ οἱκείων τοῦ Ἀχιλλέωϲ. ἐβούλετο δὲ προεκκενώϲαϲ τὴν ὀργὴν ἀναγκάϲαι τι τοῖϲ οἰκείοιϲ προϲδοθῆναι χάριϲμα.