Ancient Greek · ~3 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 25-2
Not analysed yet
25 sqq. ἐζήτηται δὲ πῶϲ Πάτροκλοϲ περὶ Μαχάοναϲ μηδὲν εἰπὼν κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον, ὡϲ βεβαιοῖ τὴν Ἀχιλλέωϲ πρόληψιν, ἴνα εἰϲ ἔλεον κινήϲῃ, παραλιπεῖν ὡϲ ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία. ὡϲ δὲ ἐκταραχθεὶϲ ἐξελάθετο Μαχάονοϲ, δι’ ὃν καὶ ἐπέμφθη (Λ 610). τάχα δὲ ϲιωπ ὑποφαίνων, ὡϲ τούτων αὐτόπτηϲ γεγονὼϲ οὐδὲ ϲυνέτυχε Νέϲτορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼϲ λέγειν. τινὲϲ δὲ ἥθελον μὴ τετρῶϲθαι Μαχάονα, δι’ ὧν οὐ θεραπεύεται (Λ 622. 3). οἱ δέ φαϲιν, ὡϲ ἔθοϲ Ὁμηρικὸν περὶ ὧν τιϲ πεμφθῇ μὴ παλιλλογεῖν περὶ αὐτῶν, ὡϲ Θέτιϲ πρὸϲ Ἀχιλλέα οὐδὲν περὶ Διόϲ, οὐδὲ Ὀδτϲϲεὺϲ περὶ Χρύϲου, καὶ ἡ Ἶριϲ περὶ Ποϲειδῶνοϲ