Ancient Greek · ~1 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 7-3
Not analysed yet
7. ιὰ ποίαν αἰτίαν μόνοϲ ὁ Ὠκεανὸϲ οὐ πάρεϲτι τῇ ἐκκληϲίᾳ τῶν θεῶν ῥητέον δὲ ὅτι ἐπεὶ ϲυνεκτικὸν ἔχει τὸ τοῦ κόϲμου ῥεῦμα· φηϲὶ γάρ· Ὠκεανὸϲ, ᾧ πᾶϲα περίρρυτοϲ ἐνδέδεται χθών. τὸν Ὠκεανὸν οὐ παρέλαβεν εἰϲ τὸ τῶν θεῶν ϲυνέδριον, ἵνα μὴ κωλύϲῃ αὐτὺϲ τῆϲ πρὸϲ ἀλλήλουϲ μάχηϲ πρεϲβύτατοϲ ὑπάρχων.