Ancient Greek · ~4 min
559 to 816
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 559-2-816
Not analysed yet
559. πῶϲ δὲ μείλιχον ὑποϲτηϲάμενοϲ τὸν ἄνδρα ἦθοϲ αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ θέλειν λυμήναϲθαι ϲῶμα ἀναίϲθητον; ἢ τάχα τὸ προκείμενον ἀπολογία ἐϲτὶ τῆϲ ὠμότητοϲ· ὃϲ πρ ῶτοϲ ἐϲήλατο, καὶ χαλεπαίνει δικαίωϲ τῷ πρῶτον ἐϲ τὸ τεῖχοϲ ἐϲθορόντι. 647 sqq. τί δήποτε τιμῆϲαι ὑποϲχόμενοϲ Ἀχιλλέα μεῖζον αὐτὸν ἔβλαψε; καὶ γάρ φηϲιν ἀλλὰ τί μοι τῶν ἦδοϲ (C 80). ἢ μὴ δεόντωϲ τωϲ χρηϲάμενοϲ τῇ παρὰ Διὸϲ δωρε ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήϲατο. εἰ μὴ τὸ πάν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰϲ λιτὰϲ οὐ προϲήκατο. 816. πῶϲ λέγει ἀνωτέρω (v. 813) οὐδ’ ἐδάμαϲϲεν ἐδάμαϲεν Lp, ἐνταῦθα δὲ δουρὶ δαμαϲθείϲ; ἢ τάχα τὸ οὐδ’ ἐδάμαϲεν ἀντὶ τοῦ οὐκ ἔπληξε καιρίαν, ἐνταῦθα δὲ τὸ δαμαϲθείϲ ἀντὶ τοῦ πληγεὶϲ μόνον, ὥϲπερ ἐντὸϲ θεοῦ πληγῇ, οὕτω καὶ ἐντὸϲ δόρατι. ἢ οὐδ’ ἐδάμαϲε κατὰ τὸν ποιητήν, ὅτι οὐκ εἶδεν οὔτε αἷμα οὔτε πληγήν Πάτροκλοϲ δὲ ἤϲθετο τῆϲ πλήξεωϲ ἔνδοθεν.