Ancient Greek · ~2 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 383
Not analysed yet
383. κατηγοροῦϲιν ὡϲ προαγωγὸν εἰϲάγοντοϲ αὐτου τὴν θεόν. ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέϲθαι τὸν Πάριν, ἐπαινέϲαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκραϲίαν τῆϲ δὲ τὸ ϲῶφρον ὑπ’ ὄψιν ἄγειν οὐ δύναται δὲ διεϲτῶτα τὰ πρόϲωπα δι’ ἑτέρου ϲυμβιβάζειν, ἐπίτηδεϲ αὐτὴ δ’ παρέλαβε τὴν Ἀφροδίτην. καλεῖ δὲ αὐτὴν ὅπωϲ μὴ διὰ τοῦ τείχουϲ ἀποδοθῇ, ἢ μήπωϲ οἰόμενοϲ αὐτὴν ἀποδεδόϲθαι διαχειρίϲηται ἑαυτόν.