Ancient Greek · ~1 min
Τ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 407
Not analysed yet
407. οὐκ εὐπρεπὲϲ δὲ, φαϲὶ, τὴν Ἥραν παραιτίαν λύπηϲ γενέϲθαι τῷ Ἀλχιλλεῖ. ῥητέον δὲ ὅτι εἰϲ πρᾶγμα τολμηρὸν καταβαίνων αὐδήεντα. ὁ ποιητὴϲ, τὸ φωνῆϲ μετέχονταϲ ἵππουϲ εἰϲάγειν, θεῷ τὴν αἰτίαν ἀνατίθηϲι, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐϲτιν ἀὴρ πεπγμένοϲ τί δὲ ἄτοπον ὅπου γε καὶ Θέτιϲ προεῖπεν· αὑτίκα γάρ τοι ἔπειτα μεθ᾿ Ἕκτορα πότμοϲ ἑτοῖμοϲ (C 96);