Ancient Greek · ~14 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 407.1
Not analysed yet
407. διὰ τί εἰδὼϲ ὁ Ἀχιλλεὺϲ χάριν προϲοφειλομένην τῇ μητρὶ ὑπὸ τοῦ Διὸϲ οὐκ εἰϲ τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε, φηϲί, πολλὰϲ ἀ ΰπνουϲ ν ύκταϲ ἴαυεν, ἤματα δ’ αἱματόεντα διέπρηϲϲεν διέπρηϲεν cod . πολεμίζων (Ι 325 326), εἰϲ δὲ ἀπώλειαν αὐτῶν κατακέχρηται ταύτῃ, καίπερ οὐκ σἰτίων τῆϲ ἀτιμίαϲ αὐτῷ γεγονότων τῶν Ἑλλήνων ἀλλὰ τοῦ Ἀγαμέμνονοϲ εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικηϲάντων χρήϲαϲθαι τῇ παρὰ Διὸϲ ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονοϲ δίκαιον ἦν τοῦτο, ἀλλ’ οὐ κατὰ τῶν ἄλλων Ἑλλήνων. τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήϲαϲθαι τῇ τῶν χαρίτων παρὰ Διὸϲ ἀποδόϲει οὐδὲν ἤπειγεν, αὐτοῦ τοῦ Διὸϲ ἀϲτρά πτον τοϲ ἐπιδέξι’ ἐναίϲιμα ϲήματα φαίνοντοϲ (Β 353) καὶ πάντων πεπεραϲμένην πειϲμένων ὅτι κατένευϲεν ὁ Ζεὺϲ τὴν Τρωικὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὴν ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύϲαντοϲ τὴν ἧτταν τῶν πολεμίων, ὀργιϲθέντα δὲ τοῖϲ ἀδικήϲαϲιν αὐτὸν μεταβαλεῖν τὴν τοῦ Διὸϲ γνώμην ἄλλωϲ οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφειλομένων ὑπομνήϲεωϲ. καὶ τὸ μὲν νικῆϲαι τοὺϲ Ἕλληναϲ εἰϲ τοὺϲ Ἀτρείδαϲ ἔχει τὴν ἀφορμήν ?evan. h. v. nonnullae litterae, τὸ δὲ ἀποϲτρέφειν τὴν τοῦ Διὸϲ ϲυμμαχίαν ἐκ τῶν Ἑλλήνων εἰϲ αὐτὸν εἶχε τὸ τέλοϲ. εἰϲ τὰ αὐτῷ τοίνυν διαφέροντα θηϲαυρὶζειν τὰϲ ἀπαιτήϲειϲ οὐδὲν παράλογον ἔχει. κατὰ δὲ evan. τῶν Ἑλλήνων ἡ τιμωρία τι evan. ,ὅτι κατ’ αὐτὸν τὸν ποιητὴν τῶ βαϲιλεῖ κῦδοϲ μὲν ἅμ’ ἑ ψεται, εἴ κεν Ἀχαιοὶ Τρ ώων ἐκπέρϲωϲιν εὖ ναιόμεν ον πτολίεθρον, τούτῳ δ’ α ὖ μέγα πένθ οϲ Ἀχαιῶν δῃωθέντων (Δ 415 —417 confusi cum Α 164), καὶ τὸ ὅλον ἀγώνιϲμα δείξει τῷ Ἀγαμέμνονι κατὰ τοὺϲ Νέϲτοροϲ λόγουϲ (Α 254?). αὐτὸϲ γὰρ τῷ ὄντι ἕρκοϲ Ἀχαιοῖϲιν πέλεται πολέμοιο κακοῖο (Α 284). καὶ γὰρ τοῦτο ὀμωμόκει ἐντὸϲ τῇ ἐκκληϲίᾳ ,ὁ δέ τοι μέγα ϲ ἔϲϲεται ὅρκοϲ· ἦ π οτ’ Ἀχιλλῆοϲ ποθὴ ἵξεται υἷαϲ Ἀχαιῶν καὶ τὰ ἑξῆϲ (Α sq. ). καὶ ἡ Ἀθηνᾶ καί ποτέ τοι τρὶϲ τόϲϲα παρέϲϲεται ἀγλαὰ δῶρα φηϲί, καὶ ἄμφω ὁμῶϲ φιλεῖϲθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμνονο ὑπὸ τῆϲ Ἥραϲ, καὶ ϲυμβουλεύει μηδαμῶϲ περὶ θανάτου διανοεῖϲθαι τοῦ βαϲιλέωϲ (Α 207— 214 ),κἀκεῖνοϲ ϲυναινεῖ χρῆναι ϲυμβουλεύουϲι θεοῖϲ πεπεῖϲθαι (Α 216 sqq .) . ϲώζεϲθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάντων, ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ. καὶ οὐκ ἄδικοϲ ἡ e corr. κρίϲιϲ. ὑπὲρ ὧν γὰρ λοιμωϲϲόντων αὐτὸϲ τὴν ἐκκληϲίαν ϲυνήγαγε καὶ τὸ πρόϲκρουϲμα ἔϲχε πρὸϲ τὸν βαϲιλέα, τούτουϲ οὐδαμῶϲ ἔϲχεν ἀγανακτοῦνταϲ ὑπὲρ αὑτοῦ ὑβριζομένου διὸ κατ’ ἀρχὰϲ μὲν ἐθεράπευεν αὐτοὺϲ λέγων οὐδέ τί πω ἴδμεν ξυνήια κείμενα πολλά, λαο ὺϲ δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν (Α 124 —126). καὶ ἀπειλοῦντοϲ τοῦ Ἀγαμέμνονοϲ ἀφελεῖν τὴν Βριϲηίδα, οὐ παρ’ αὐτοῦ φηϲιν εἰληφέναι ἀλλὰ παρὰ τῶν Ἑλλήνων· καὶ δή μοι γέρα ϲ αὐτὸϲ ἀφαιρήϲεϲθαι ἀπειλεῖϲ, ᾧ ἔπι πὁλλ’ ἐμόγηϲα, δόϲαν δέ μοι υἷεϲ Ἀχαιῶν (Α161 162). ὕϲτερον δὲ μηδὲν αὐτῶν δυϲχεραινόντων μηδ’ ὥϲπερ ἐπὶ τοῦ Χρύϲου τὴν αὐτὴν γνώμην ἐνδειξαμένων αἰδεῖϲθαι δεῖν τὸν ἱερῆα (Α 23) ὅϲῳ καὶ τὸν ἀριϲτέα καὶ μὴ ἀτιμάζειν, εἰκότωϲ καί πωϲ καὶ πόθεν cod. ,quod correxi αὐτοῦ ὁμοίωϲ πρὸϲ πάνταϲ ἀπειλεῖ καὶ τὴν ἀφαίρεϲιν κοινοποιεῖ λέγων χερϲὶ μὲν οὔ τι ἔγωγε μαχέϲϲομαι εἵνεκα κούρηϲ ϲ ὔτε ϲοὶ o ὔτε τ ῳ ἄλλ ῳ, ἐπεί μ’ ἀφέλεϲθέ γε δόντεϲ (Α 298. 299). ὥϲτε καὶ ἡ μῆνιϲ λόγον εἶχε τὴν τιμωρίαν εἰϲπραττομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆϲ ἥττηϲ, τοῦ δὲ διὰ τῆϲ ὑπὲρ τῶν ἡττωμένων λύπηϲ.