Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 591
Not analysed yet
591. καὶ πῶϲ οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεϲθαι ἢ ὅτι ὁ καιρὸϲ ἦν ὁ πείθων, οὐχ ὁ ἔρωϲ. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖϲ αὐτὴ ἐχρήϲατο ῥήμαϲιν, ἀλλὰ πεφθέντοϲ τοῦ θυμοῦ, τότε παρακαλεῖ. ἀπρεπὲϲ δοκεῖ τὸ μὴ ὑπό τινοϲ ἄλλου πειϲθῆναι τὸν Μελέαγρον, ἀλλὰ μόνηϲ τῆϲ γυναικόϲ. λύει δ᾿ ὁ καιρόϲ ἀλλ᾿ ὅ τε δ θάλαμοϲ πύκ᾿ ἐβάλλετο (v. 588).