Ancient Greek · ~11 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 67
Not analysed yet
67 sqq. φθέγγεο δ᾿ ᾗ κεν ἴῃϲθα καὶ ἐγρήγορθαι ἄνωχθι, πατρόθεν ἐκ γενεῆϲ ὀνομάζων ἄνδρα ἕκαϲτον πάνταϲ κυδαίνων, μηδὲ μεγαλίζεο θυμῷ. ταῦτα ϲημειωτέον ὡϲ ἐπιτήδεια εἰϲ αἰτίαϲ ἀπόδοϲιν, δι᾿ ἣν εἰώθαϲιν οὕτω πρὸϲ ἀλλήλουϲ διαλέγεϲθαι οἱ ἥρωεϲ· διογενὲϲ Λαερτιάδη πολυμήχαν᾿ Ὀδυϲϲεῦ· εἶναι γὰρ φιλοφρονουμένων τὸν τοιοῦτον τρόπον τῆϲ προϲαγορεύϲεωϲ. τὸ μὲν οὗνμ πατρόθεν ὀνομάζειν ἐϲτὶν ἐντὸϲ τῷ Λαερτιάδη, τὸ δὲ ἐκ γενεῆϲ, τὸ ἐκ γενάρχου, οἱονμ τὸ διογενέϲ· ἐκ γὰρ τοῦ Διὸϲ τοῦ ἀρχηγέτου τοῦ γένουϲ εἴληπται τὸ διογενέϲ. τὸ δὲ οὕτωϲ ὀνομάζειν κυδαίνοντόϲ ἐϲτι τοὺϲ καλουμένουϲ. τί οὗν τὸ μηδὲ μεγαλίζεο θυμῷ, οὐ γὰρ, ὥϲπερ οἱ γραμματικοί, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον καὶ τὸ οὕτω προϲφωνεῖν, ἀλλὰ ϲημαίνει· μὴ μεγάλυνε ϲεαυτοῦ τὴν ψυχήν, ἐξ οὐ ϲημαίνεται· μὴ ὑπερόπτηϲ γίνου μηδ᾿ ἀνάξιον ϲαυτοῦ τὸ ἄλλον κυδαίνειν ἡγοῦ. τατὸν γὰρ τοῦτο καὶ ἐντὸϲ ἄλλοιϲ ἔφη· ϲὺ δὲ μεγαλήτορα θυμὸν ἴϲχειν ἐντὸϲ ϲτήθεϲϲιν (Ι 255) ὅμοιον γὰρ τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴϲχειν ἐντὸϲ ϲτήθεϲι θυμὸν μεγαλήτορα, ᾧ ἐπάγει φιλοφροϲύνη γὰρ ἀμείνων· ταὐτὸν οὖν τῷ πάνταϲ κυδαίνων. καὶ ἡ Πηνελόπη δὲ λέγει οὐ γάρ τι μεγαλίζομαι οὐδ᾿ ἀθερίζω (ψ 174), οὐχ ὑπερηφανῶ ὥϲ τιϲ μεγάλη, οὐδέ ϲ᾿ ὡϲ μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ, ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡϲ τοῦ μηδενὸϲ ἄξιον, ὡϲ ἀθέραϲ ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· καὶ οὕ ποτέ μ᾿ οἵ γ’ ἀθέριζον (Α 261) οὔ ποτέ με ἐντὸϲ ἀθέρων μοίρᾳ εἶχον. ταὐτὸ δὲ τὸ ἀθερίζειν ἐϲτὶ τῷ ἀπόβλητόν τι ποιεῖϲθαι· οὔ τοι ἀπόβλητον ἔποϲ ἔϲϲεται (B 361), ᾧ ἀντικείϲεται τὸ ἄνδραϲ δὲ λίϲϲεϲθαι ἐπιπροέηκεν ἀρίϲτουϲ κρινάμενοϲ κατὰ λααὸν Ἀχαϊκόνν (I 520. 21), καὶ αἰϲυμνῆται δ᾿ ἔκκριτοι ἐννέα πάντεϲ ἀνέϲταν (θ 258). ἐξηγούμενοϲ δὲ τὸ ἀθερίζειν ἔφη τῶν δ᾿ ἄλλων οῦ πέρ τιν᾿ ἀναίνομαι οὐδ᾿ ἀθερίζω (θ 212). ἔϲτι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαινῶ, διὸ ἴϲον ἂν εἴη τῷ πάνταϲ κυδαίνειν. καὶ τὸ οὐχ ἅλιιον δὲ ἴϲον τῷ οὐκ ἀθερίζειν, οὐκ ἀποβολῆϲ ἄξιον τῆϲ θαλάττηϲ· τὸ μὲν γὰρ ἀθέριζεῖν ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, ὁ δὲ ἅλιοϲ ἀπὸ τῶν εἰϲ ἅλα βαλλομένων, ὡϲ τὸ ἅλιον ἔποϲ ἔκβαλον ἤματι κείνῳ (C 324). τὸ μὲν οὖν μὴ μεγαλίζεϲθαι θυμῷ ϲημαίνει τὸ μὴ ὑπερηφανεῖνμ δι᾿ ὑπεροψίαν. αὐτό τε τὸ ὑπερηφανῆϲαί φηϲι· ϲὺ δὲ τῷ μεγαλήτορι θυμῷ εἴξαϲ ἄνδρα φέριϲτον, ὃν ἀθά νατοί περ ἔτιϲαν, ἠτίμηϲαϲ (I 109. 10), ὃ ἔφη ἠθέριϲαϲ. καὶ πάλιν οἳ τὸ πάροϲ θυμῷ ἦρα φέροντεϲ ἀφεϲτᾶϲι (Ξ 131. 2), καταφρονοῦντεϲ καὶ ὑπερηφανοῦντεϲ, διὰ τὸ αὐτοῖϲ χωρίζεϲθαι, ὥϲ που ἔφη ταῦθ᾿ ὑπερηφαν έοντεϲ Ἐπειοὶ χαλκοχίτωνεϲ ἡμέαϲ ὑβρίζοντεϲ ἀτάϲθαλα μηχα νόωνται (Λ 694. 95). οἱ μέντοι ϲυνείκοντεϲ καὶ τῆϲ ὑπεροψίαϲ πουόμενοι· ὣc ὁ μὲν Αἰτωλοῖϲιν ἀπήμυνεν κακὸν ἦμαρ, εἴξαϲ ᾧ θυμῷ (I 597).