Ancient Greek · ~4 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 491-2
Not analysed yet
491. διαφέρει τὰ ἠλάκατα τῆϲ ἠλακάτηϲ, καὶ ἡ διαφορὰ ἥδε· ἡ μὲν ἠλακάτην. γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον, εἰϲ ὅπερ εἰλοῦϲι τὸ ἔριον αἱ νήθουϲαι, ἠλακάτα δὲ αὐτὰ τὰ ἔρια τὰ περιειλούμενα τῇ ἠλακήτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, ὡϲ ἐντὸϲ τῇ Ὀδυϲϲείᾳ (δ 135)· ἠλακάτη τετάνυϲτο ἰοδνεφὲϲ εἶροϲ ἔχουϲα. τετανύϲθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη τε καὶ λείαν. τὰ δὲ ἐπὶ τῆϲ ἠλακάτηϲ ἔρια, ἠλάκατα ϲτρωφῶϲ’ ἁλιπόρφυρα, θαῦμα ἰδέϲθαι (Ζ 306), καὶ ἔτι δὲ παρ’ ἠλάκατα ϲτροφαλίζετο (ϲ 315). λέγει δὲ καὶ χρυϲῆν τὴν ἠλακάτην, ὡϲ τὸ (δ 13 sqq.) χωρὶϲ δ’ αὖθ᾿ Ἑλένῃ ἄλοχοϲ πόρε κάλλιμα δῶρα, χρυϲῆν τ’ ἠλακάτην τάλαρόν θ’ ὑπόκυκλον ὄπαϲϲε, τόν ῥά οἱ ἀμφίπολοϲ Φυλὼ παρέθηκε φέρουϲα νήματοϲ ἀϲκητοῖο βεβυϲμένον. καὶ ἡ χρυϲηλάκατοϲ δὲ Ἄρτεμιϲ ἀπὸ τῆϲ ὁμοιότητοϲ καὶ τῆϲ καταϲκευῆϲ τῆϲ ἠλακάτηϲ εἴρηται χρυϲοῦν τόξον ἔχουϲα· Ἥρη δ’ ἀντέϲτη χρυϲηλάκατοϲ κελαδεινὴ Ἄρτεμιϲ ἰοχέαιρα (Υ 70. 71).