Ancient Greek
4.37 to 4.95
Porphyrius, Vita Plotini 4.37-95
Not analysed yet
ηʹ· εἰ αἱ πᾶσαι ψυχαὶ μία· οὗ ἡ ἀρχή· ἆρα ὥσπερ ψυχήν. θʹ· περὶ τα- τἀγαθοῦ ἢ τοῦ ἑνός· οὗ ἡ ἀρχή· ἅπαντα τὰ ὄντα. ιʹ· περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων· οὗ ἡ ἀρχή· τί ποτε ἄρα ἐστὶ τὸ πεποιηκὸς τὰς ψυχάς. ιαʹ· περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον· οὗ ἡ ἀρχή· τὸ ἓν πάντα. ιβʹ· περὶ τῶν δύο ὑλῶν· οὗ ἡ ἀρχή· τὴν λεγομένην ὕλην. ιγʹ· ἐπισκέψεις διάφοροι· οὗ ἡ ἀρχή· νοῦς φησιν ὁρᾷ ἐνούσας ἰδέας. ιδʹ· περὶ τῆς κυκλοφορίας· οὗ ἡ ἀρχή· διὰ τί κύκλῳ κινεῖται. ιεʹ· περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος· οὗ ἡ ἀρχή· τῶν μὲν αἱ ὑποστάσεις. ιϚʹ· περὶ εὐλόγου ἐξαγωγῆς· οὗ ἡ ἀρχή· οὐκ ἐξάξεις, ἵνα μὴ ἐξίῃ. ιζʹ· περὶ ποιότητος· οὗ ἡ ἀρχή· ἆρα τὸ ὂν καὶ ἡ οὐσία. ιηʹ· εἰ καὶ τῶν καθέκαστά εἰσιν ἰδέαι· οὗ ἡ ἀρχή· εἰ καὶ τοῦ καθέκαστον. ιθʹ· περὶ ἀρετῶν· οὗ ἡ ἀρχή· ἐπειδὴ τὰ κακὰ ἐνταῦθα. κʹ· περὶ διαλεκτικῆς· οὗ ἡ ἀρχή· τίς τέχνη ἢ μέθοδος. καʹ· πῶς ἡ ψυχὴ τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας μέση εἶναι λέγεται· οὗ ἡ ἀρχή· ἐν τῷ κόσμῳ τῷ νοητῷ. ταῦτα μὲν οὖν εἴκοσι καὶ ἓν ὄντα, ὅτε αὐτῷ τὸ πρῶτον προσῆλθον ὁ Πορφύριος, εὕρηται γεγραμμένα· πεντηκοστὸν δὲ καὶ ἔννατον ἔτος ἦγε τότε ὁ Πλωτῖνος. συγγεγονὼς δὲ αὐτῷ τοῦτό τε τὸ ἔτος καὶ ἐφεξῆς ἄλλα ἔτη πέντε ὀλίγον γὰρ ἔτι πρότερον τῆς δεκαετίας ἐγεγόνειν ὁ Πορφύριος ἐν τῇ Ῥώμῃ, τοῦ Πλωτίνου τὰς θερινὰς μὲν ἄγοντος ἀργούς, συνόντος δὲ ἄλλως ἐν ταῖς ὁμιλίαις ἐν δὴ τοῖς ἓξ ἔτεσι τούτοις πολλῶν ἐξετάσεων ἐν ταῖς συνουσίαις γιγνομένων καὶ γράφειν αὐτὸν ἀξιούντων Ἀμελίου τε καὶ ἐμοῦ, γράφει μὲν "περὶ τοῦ τί τὸ ὂν πανταχοῦ ὅλον εἶναι ἓν "καὶ τα- ταὐτὸν βιβλία δύο·