Ancient Greek
4.96 to 4.172
Porphyrius, Vita Plotini 4.96-172
Not analysed yet
αʹ· τούτων δὲ τὸ πρῶτον ἀρχὴν ἔχει· ἆρα γε ἡ ψυχὴ πανταχοῦ· βʹ· τοῦ δὲ δευτέρου ἡ ἀρχή· ἓν καὶ τα- ταὐτὸν ἀριθμῷ. γράφει δὲ ἐφεξῆς ἄλλα δύο, ὧν· γʹ· τὸ μὲν "περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν καὶ τί τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως "· οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν ἄλλο ἄλλο, τὸ δὲ αὐτὸ αὑτό· δʹ· τὸ δὲ "περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ "· οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει. εʹ· περὶ τῆς τῶν ἀσωμάτων ἀπαθείας· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ πάθη λέγοντες. Ϛʹ· περὶ ψυχῆς πρῶτον· οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ. ζʹ· περὶ ψυχῆς δεύτερον· οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ. ηʹ· περὶ ψυχῆς τρίτον ἢ περὶ τοῦ πῶς ὁρῶμεν· οὗ ἡ ἀρχή· ἐπειδήπερ ὑπερεθέμεθα. θʹ· περὶ θεωρίας· οὗ ἡ ἀρχή· παίζοντες τὴν πρώτην. ιʹ· περὶ τοῦ νοητοῦ κάλλους· οὗ ἡ ἀρχή· ἐπειδή φαμεν. ιαʹ· περὶ νοῦ καὶ ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ περὶ τα- τἀγαθοῦ· οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν. ιβʹ· πρὸς τοὺς γνωστικούς· οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν. ιγʹ· περὶ ἀριθμῶν· οὗ ἡ ἀρχή· ἆρ’ ἐστὶ πλῆθος. ιδʹ· πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται; οὗ ἡ ἀρχή· ἆρά γε τὰ πόρρω ὁρώμενα. ιεʹ· εἰ ἐν παρατάσει χρόνου τὸ εὐδαιμονεῖν; οὗ ἡ ἀρχή· τὸ εὐδαιμονεῖν. ιϚʹ· περὶ τῆς δι’ ὅλων κράσεως· οὗ ἡ ἀρχή· περὶ τῆς δι’ ὅλων λεγομένης. ιζʹ· πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τα- τἀγαθοῦ· οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός. ιηʹ· περὶ τοῦ ἑκουσίου· οὗ ἡ ἀρχή· ἆρ’ ἐστὶ περὶ θεῶν. ιθʹ· περὶ τοῦ κόσμου· οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες. κʹ· περὶ αἰσθήσεως καὶ μνήμης·