Ancient Greek · ~3 min
Section 10
Porphyrius, Vita Pythagorae 10
Not analysed yet
Διογένους δʼ ἐν τοῖς ὑπὲρ Θούλην ἀπίστοις τὰ κατὰ τὸν φιλόσοφον ἀκριβῶς διελθόντος, ἔκρινα μηδαμῶς τὰ τούτου παρελθεῖν. φησὶ δὲ Μνήσαρχον Τυρρηνὸν ὄντα κατὰ γένος τῶν Δῆμνον καὶ Ἴμβρον καὶ Σκύρον κατοικησάντων Τυρρηνῶν κᾀκεῖθεν μεταστάντα πολλὰς μὲν πόλεις πολλὰ δὲ χωρία ἐπιόντα ἐπιτυχεῖν ποτὲ παιδὶ νηπίῳ ὑπὸ λεύκῃ μεγάλῃ καὶ εὐφυεῖ κειμένῳ· ἐπιστάντα δὲ θεάσασθαι ὕπτιον εἰς τὸν οὐρανὸν ἀναβλέποντα πρὸς ἥλιον ἀσκαρδαμυκτὶ καὶ τῷ στόματι ἐνιέντα κάλαμον σμικρὸν καὶ λεπτὸν καθάπερ αὐλόν. θαυμάσαντα δὲ καὶ δρόσῳ ἐκ τῆς λεύκης κατασταζούσῃ θεασάμενον τρεφόμενον ἀναλαβεῖν, θείαν τινὰ νομίζοντα τὴν τοῦ παιδίου εἶναι γένεσιν· ἀνδρωθὲν δʼ ἐν Σάμῳ ἀναληφθῆναι ὑπὸ τοῦ Ἀνδροκλέους ἐπιχωρίου, ὅς τὴν ἐπιμέλειαν αὐτῷ τῆς οἰκίας ἐνεχείρισεν. βιοῦντα δʼ ἐν ἀφθόνοις ἀνατρέφειν τὸ παιδίον Ἀστραῖον καλέσαντα μετὰ τῶν αὑτοῦ παίδων τριῶν ὄντων, Εὐνόστου καὶ Τυρρηνοῦ καὶ Πυθαγόρου· ὅν καὶ υἱὸν ἔθετο Ἀνδροκλῆς ὄντα νεώτατον.