Ancient Greek
Section 11
Porphyrius, Vita Pythagorae 11
Not analysed yet
παῖδα μὲν οὖν ὄντα ἔπεμπεν εἴς τε κιθαριστοῦ καὶ παιδοτρίβου καὶ ζωγράφου, νεανίαν δὲ γενόμενον εἰς Μίλητον πρὸς Ἀναξίμανδρον, μαθησόμενον τὰ γεωμετρικὰ καὶ ἀστρονομικά. ἀφίκετο δὲ καὶ πρὸς Αἰγυπτίους, φησίν, ὁ Πυθαγόρας καὶ πρὸς Ἄραβας καὶ Χαλδαίους καὶ Ἑβραίους, παρʼ ὧν καὶ τὴν περὶ ὀνείρων γνῶσιν ἠκριβώσατο· καὶ τῇ διὰ λιβανωτοῦ μαντείᾳ πρῶτος ἐχρήσατο. καὶ ἐν Αἰγύπτῳ μὲν τοῖς ἱερεῦσι συνῆν καὶ τὴν σοφίαν ἐξέμαθε καὶ τὴν Αἰγυπτίων φωνήν.