Ancient Greek · ~1 min
Section 13
Porphyrius, Vita Pythagorae 13
Not analysed yet
τὸν δὴ Ἀστραῖον τῷ Πυθαγόρᾳ χαρίζεται Μνήσαρχος. ὁ δὲ λαβὼν καὶ φυσιογνωμονήσας καὶ τὰς κινήσεις καὶ τὰς ἠρεμίας τοῦ σώματος ἐπισκεψάμενος ἐπαίδευσε. ταύτην γὰρ ἠκρίβου πρῶτος τὴν περὶ ἀνθρώπων ἐπιστήμην, ὁποῖος τὴν φύσιν ἕκαστος ἐκμανθάνων. καὶ οὔτʼ ἂν φίλον οὕτε γνώριμον ἐποιήσατο οὐδένα πρὶν πρότερον φυσιογνωμονῆσαι τὸν ἄνδρα, ὁποιός ποτʼ ἔστιν.