Ancient Greek · ~2 min
Section 14
Porphyrius, Vita Pythagorae 14
Not analysed yet
ἦν δʼ αὐτῷ καὶ ἕτερον μειράκιον ὅ ἐκ Θρᾴκης ἐκτήσατο, ᾧ Ζάμολξις ἦν ὄνομα, ἐπεὶ γεννηθέντι αὐτῷ δορὰ ἄρκτου ἐπεβλήθη· τὴν γὰρ δορὰν οἱ Θρᾷκες ζαλμὸν καλοῦσιν. ἀγαπῶν δʼ αὐτὸν ὁ Πυθαγόρας τὴν μετέωρον θεωρίαν ἐπαίδευσε τά τε περὶ ἱερουργίας καὶ τὰς ἄλλας εἰς θεοὺς θρησκείας· τινὲς δὲ καὶ Θαλῆν τοῦτον φασὶν ὀνομάζεσθαι. ὡς Ἡρακλέα δʼ αὐτὸν προσκυνοῦσιν οἱ βάρβαροι.