Ancient Greek · ~2 min
Section 17
Porphyrius, Vita Pythagorae 17
Not analysed yet
Κρήτης δʼ ἐπιβὰς τοῖς Μόργου μύσταις προσῄει ἑνὸς τῶν Ἰδαίων Δακτύλων, ὑφ’ ὧν καὶ ἐκαθάρθη τῇ κεραυνίᾳ λίθῳ, ἕωθεν μὲν παρὰ θαλάττῃ πρηνὴς ἐκταθείς, νύκτωρ δὲ παρὰ ποταμῷ ἀρνειοῦ μέλανος μαλλοῖς ἐστεφανωμένος. εἰς δὲ τὸ Ἰδαῖον καλούμενον ἄντρον καταβὰς ἔρια ἔχων μέλανα τὰς νενομισμένας τρὶς ἐννέα ἡμέρας ἐκεῖ διέτριψεν καὶ καθήγισε τῷ Διὶ τόν τε στορνύμενον αὐτῷ κατʼ ἔτος θρόνον ἐθεάσατο, ἐπίγραμμά τʼ ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας “Πυθαγόρας τῷ Διί“, οὗ ἡ ἀρχή· ὧδε θανὼν κεῖται Ζάν, ἅν Δία κικλήσκουσιν.