Ancient Greek
Section 16
Porphyrius, Vita Pythagorae 16
Not analysed yet
μετὰ δὲ ταῦτα τῆς Πολυκράτους τυραννίδος Σαμίους καταλαβούσης, οὐ πρέπον ἡγούμενος ὁ Πυθαγόρας ἐν τῇ τοιαύτῃ πολιτείᾳ βιοῦν ἀνδρὶ φιλοσόφῳ, διενοήθη εἰς Ἰταλίαν ἀπαίρειν· ὡς δὲ πλέων Δελφοῖς προσέσχεν, ἐλεγεῖον τῷ τοῦ Ἀπόλλωνος τάφῳ ἐπέγραψε, διʼ οὐ ἐδήλου ὡς Σειληνοῦ μὲν ἦν υἱὸς ὁ Ἀπόλλων, ἀνῃρέθη δὲ ὑπὸ Πύθωνος, ἐκηδεύθη δʼ ἐν τῷ καλουμένῳ Τρίποδι, ὅς ταύτης ἔτυχε τῆς ἐπωνυμίας διὰ τὸ τρεῖς κόρας τὰς Τριόπου θυγατέρας ἐνταῦθα θρηνῆσαι τὸν Ἀπόλλωνα.