Ancient Greek
Section 20
Porphyrius, Vita Pythagorae 20
Not analysed yet
οὕτως δὲ πάντα εἰς ἑαυτὸν ἐπέστρεψεν ὥστε μιῷ μόνον ἀκροάσει, ὡς φησὶ Νικόμαχος, ἥν ἐπιβὰς τῆς Ἰταλίας πεποίηται, πλέον ἢ δισχιλίους ἑλεῖν τοῖς λόγοις, ὡς μηκέτι οἴκαδʼ ἀποστῆναι, ἀλλʼ ὁμοῦ σὺν παισὶ καὶ γυναιξὶν ὁμακόιόν τι παμμέγεθες ἱδρυσαμένους πολίσαι τὴν πρὸς πάντων ἐπικληθεῖσαν μεγάλην Ἑλλάδα ἐν Ἰταλία, νόμους τε παρʼ αὐτοῦ δεξαμένους καὶ προστάγματα ὡσανεὶ θείας ὑποθήκας ἐκτὸς τούτων πράττειν μηδὲ ἕν. οὗτοι καὶ τὰς οὐσίας κοινὰς ἔθεντο καὶ μετὰ τῶν θεῶν τὸν Πυθαγόραν κατηρίθμουν. διʼ ὅπερ ἕν τι τῶν παρʼ αὐτοῖς ἐν τοῖς μαθήμασιν ἀπορρήτων προχειρισάμενοι, γλαφυρὸν ἄλλως καὶ πρὸς πολλὰ διατεῖνον φυσικὰ συντελέσματα, τὴν λεγομένην τετρακτύν, διʼ αὐτῆς ἐπώμνυον ὡς θεόν τινα τὸν Πυθαγόραν ἐπιφθεγγόμενοι πάντες ἐπὶ πᾶσι τοῖς ὑπ᾿ αὐτῶν βεβαιουμένοις, οὐ μὰ τὸν ἁμετέρᾳ γενεᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσιος ῥίζωμά τʼ ἔχουσαν.