Ancient Greek · ~2 min
Section 21
Porphyrius, Vita Pythagorae 21
Not analysed yet
ἅς δʼ ἐπιδημήσας Ἰταλίᾳ τε καὶ Σικελίᾳ κατέλαβε πόλεις δεδουλωμένας ὑπʼ ἀλλήλων, τὰς μὲν πολλῶν ἐτῶν τὰς δὲ νεωστί, φρονήματος ἐλευθερίου πλήσας διὰ τῶν ἐφʼ ἑκάστης ἀκουστῶν αὐτοῦ ἠλευθέρωσε, Κρότωνα καὶ Σύβαριν καὶ Κατάνην καὶ Ῥήγιον καὶ Ἱμέραν καὶ Ἀκράγαντα καὶ Ταυρομένιον καὶ ἄλλας τινάς, αἷς καὶ νόμους ἔθετο διὰ Χαρώνδα τε τοῦ Καταναίου καὶ Ζαλεύκου τοῦ Δοκροῦ, διʼ ὧν ἀξιοζήλωτοι τοῖς περιοίκοις ἄχρι πολλοῦ γεγόνασι. Σίμιχος δʼ ὁ Κεντορίπων τύραννος ἀκούσας αὐτοῦ τήν τʼ ἀρχὴν ἀπέθετο καὶ τῶν χρημάτων τὰ μὲν τῇ ἀδελφῇ τὰ δὲ τοῖς πολίταις ἔδωκε.