Ancient Greek · ~2 min
Section 23
Porphyrius, Vita Pythagorae 23
Not analysed yet
εἰ δὲ δεῖ πιστεύειν τοῖς ἱστορήσασι περὶ αὐτοῦ παλαιοῖς τε οὖσι καὶ ἀξιολόγοις, μέχρι καὶ τῶν ἀλόγων ζῴων διικνεῖτο αὐτοῦ ἡ νουθέτησις. τὴν μὲν γὰρ Δαυνίαν ἄρκτον λυμαινομένην τοὺς ἐνοίκους κατασχών, ὡς φασί, καὶ ἐπαφησάμενος χρόνον συχνὸν ψωμίσας τε μάζῃ καὶ ἀκροδρύοις ὁρκώσας τε μηκέτι ἐμψύχου ἐφάπτεσθαι ἀπέλυσεν. ἡ δʼ εὐθὺς εἰς τὰ ὄρη καὶ τοὺς δρυμοὺς ἀπαλλαγεῖσα οὐκέτʼ ὤφθη παράπαν ἐπιοῦσα οὐδʼ ἀλόγῳ ζῴῳ.